[ ] Korinthia — Korinthos — undated — IG IV 1603 — AJA 7 (1903) 47, 23
1 [τ]ίς τύπον εἱμερόεντα Ἰούνορος ἀνθυπάτοιο
ἥρπασε, τίς μορφὴν τῇδ’ ἐνέγλυψε λίθῳ;
μορφὴν λαοτόμος μὲν ἑῇ μειμήσατο τέχνῃ
Ἑλλάδι κόσμον ὅλον μητρὶ χαριζόμενος,
5 [σ]τῆσε δ’ ἀγασσάμενός μιν ἀμύμων Εὐτυχιανὸς
[ἀ]ντὶ κασιγνήτου εὖ δείπων Ἐφύρην.
                  vacat
7 ψ(ηφίσματι)               β(ουλῆς).
Search Help
Contact Us