[ ] Korinthia — Korinthos — reign of Hadrian — IG IV 1600 — AJA 7 (1903) 49, 24
1 Γν(αῖον) Κορνήλιον Τιβ(ερίου) Κορνηλίου Πούλχρου υἱὸν Φαβία Ποῦ[λ]χρον στρατηγὸν
τῆς πόλεως Κορινθίων πενταετηρικόν, ἀγωνοθέτην Καισα̣ρείων Ἰσθμίων, ἀρχιερ[έα]
τῆς Ἑλλάδος καὶ ἑλλαδάρχην ἀπὸ τοῦ κοινοῦ τῶν Ἀχαιῶν συ[νεδ]ρίου διὰ βίου, Ἠπείρου
ἐπίτροπον, Αἰγύπτου καὶ Ἀλεξανδρείας δικαιοδότην, ἄρχον[τα τοῦ] Πανελληνίου καὶ ἱερέα
5 Ἁδριανοῦ Πανελληνίου, ἄλλας τε μεγάλας δωρεὰς ἐπιδόντα καὶ τὴν ἀτέ[λειαν] τῇ πόλει παρασχόντα̣
              Καλπουρνία Φροντεῖνα ἡ ἀδελ[φή].
Search Help
Contact Us