[ ] Italia (Campania) — Neapolis (Napoli) — undated — IG XIV 793 — GVI 1925
1 στάς, ξένε, τάνδ’ ἄθρησον ἐπὶ στά<λλ>αι Κλεοπάτραν,
   ἃν Φθόνος εἰς Ἀΐδαν, οὐ Χρόνος ἠγάγετο,
μορφᾶς ἇι πρωτεῖον ἔχειν δωρήσατο Κύπρις,
   ἔργα δ’ Ἀθαναία τερπνὰ σαοφροσύνας,
5 Μοῦσα δὲ καὶ σοφίαν καὶ πακτίδα τὰν φιλέραστον
   συμφωνίαν ἐρατοῖς μειξαμένα μέλεσιν·
καὶ γνοὺς ὡς θ{α}νατοῖ<ς> {²⁶θνατοῖς}²⁶ οὐδὲν γλυκερώτερον αὐγᾶς,
   ζῆθι {⁷ζῆτι}⁷, κάλον τείνας οὔριον εὐφροσυνᾶν.
εἰ καί σου κεύθει κάλλος νέον, ὦ Κλεοπάτρα,
10    τύμβος καὶ φροῦδον σῶμα λέλογχε κόνις,
ἀλλ’ ἀρετὰ βιοτ<ᾶς> ἀιὲν ζωοῖσι μέτεστι,
   ψυχᾶς μανύουσ’ εὐκλέα σωφροσύνην.
Search Help
Contact Us