[ ]
Italia (Campania) — Neapolis (Napoli) — undated — IG XIV 793 — GVI 1925
1 | στάς, ξένε, τάνδ’ ἄθρησον ἐπὶ στά<λλ>αι Κλεοπάτραν, |
ἃν Φθόνος εἰς Ἀΐδαν, οὐ Χρόνος ἠγάγετο, | |
μορφᾶς ἇι πρωτεῖον ἔχειν δωρήσατο Κύπρις, | |
ἔργα δ’ Ἀθαναία τερπνὰ σαοφροσύνας, | |
5 | Μοῦσα δὲ καὶ σοφίαν καὶ πακτίδα τὰν φιλέραστον |
συμφωνίαν ἐρατοῖς μειξαμένα μέλεσιν· | |
καὶ γνοὺς ὡς θ{α}νατοῖ<ς> {²⁶θνατοῖς}²⁶ οὐδὲν γλυκερώτερον αὐγᾶς, | |
ζῆθι {⁷ζῆτι}⁷, κάλον τείνας οὔριον εὐφροσυνᾶν. | |
εἰ καί σου κεύθει κάλλος νέον, ὦ Κλεοπάτρα, | |
10 | τύμβος καὶ φροῦδον σῶμα λέλογχε κόνις, |
ἀλλ’ ἀρετὰ βιοτ<ᾶς> ἀιὲν ζωοῖσι μέτεστι, | |
ψυχᾶς μανύουσ’ εὐκλέα σωφροσύνην. |