[ ] Italia (Campania) — Neapolis (Napoli) — 1st c. AD — IG XIV 769
1 ἄγγελε Φερσεφόνης, Ἑρμῆ, τίνα τόνδε προπομπεῖς
   εἰς τὸν ἀμείδητον Τάρταρον Ἀΐδεω;
μοῖρά τις ἀεικέλιος τὸν Ἀρίστων’ ἥρπασ’ ἀπ’ αὐγῆς
   ἑπταέτηι· μέσσος δ’ ἐστὶν ὁ παῖς γενετῶν.
5 δακρυχαρὴς Πλούτων, οὐ πνε<ύ>ματα πάντα βρότεια
   σοὶ νέμεται; τί τρυγᾶϊς ὄμφακας ἡλικίης;
Search Help
Contact Us