[ ] Italia (Campania) — Neapolis (Napoli) — 71 AD — IG XIV 760 — cf. I.Napoli II, p. 142 — cf. SEG 48.1275
1  Τεττίαι Κάσται ἱερείαι τ[οῦ — — — — — —]
  τῶν γυναικῶν οἴκου διὰ βίου ψηφ[ίσματα].
 ἐπὶ ὑπάτων Καίσαρος Σεβαστοῦ υἱοῦ Δομιτι[ανοῦ καὶ Γαίου]
 Οὐαλερίου Φήστου ❦ ιδ Ληναιῶνος ❦ γραφ[ομένων παρῆσαν]
5             Λούκιος Φροῦγι ∙ Κορνήλιος Κε̣ριᾶλις, Ἰούνιος [— — —],
περὶ οὗ προσανήνενκεν τοῖς ἐν προσκλήτωι Τρανκουίλλιος Ῥοῦφος ὁ ἀντάρχων, περὶ τού[του τοῦ πράγματος οὕτως εὐηρέστησεν]·
 τὴν γνώμην ἁπάντων ὁμολογοῦντας κοινὴν εἶναι λύπην τὴν πρόμοιρον Τεττίας Κά[στας τελευτήν, γυναικὸς φιλοτιμησαμέ]-
 νης εἴς τε τὴν τῶν ἁπάντων εὐσέβειαν καὶ εἰς τὴν τῆς πατρίδος εὔνοιαν, ἀργυρῶν ἀνδριάντων ἀνε[κλείπτους ἀναστάσεις τοῖς θεοῖς ποιη]-
 σαμένης πρὸς τὸ μεγαλοψύχως εὐεργετῆσαι τὴν πόλιν, τιμᾶν ἀνδριάντι καὶ ἀσπίδι ἐγγ[εγραμμένηι Τεττίαν Κάσταν καὶ θάπτειν αὐτὴν]
10  δαπάνῃ μὲν δημοσίαι, ἐπιμελείᾳ δὲ τῶν προσηκόντων, οὓς δυσχερές ἐστιν παραμυθήσασθαι, λ̣ι[βανωτοῦ λίτρας —ʹ καὶ τό]-
 πον εἰς κηδείαν δίδοσθαι καὶ εἰς ταῦτα ἐξοδιάζειν. ❦ ἐπὶ ὑπάτων Καίσαρος Σεβαστοῦ [υἱοῦ Δομιτιανοῦ καὶ Γ(αίου) Οὐαλερίου Φήστου —ʹ πρὸ καλ(ανδῶν)]
 Ἰουλίων ∙ γραφομένων παρῆσαν Γράνιος Ῥοῦφος, Λούκιος Πούδης vac. Ποππαῖ[ος Σεουῆρος],
περὶ οὗ προσανήνενκεν τοῖς ἐν προσκλήτωι Φούλβιος Πρόβος ὁ ἄρχων, περὶ τούτου τοῦ πρ[άγματος οὕτως εὐηρέστησεν· — — — τὴν]
 δημοσίαν δαπάνην, ἣν ἡ βουλὴ συμπαθοῦσα ἐψηφίσατο Τεττίᾳ Κάστᾳ #⁷Υ[— — — καὶ στεφανῶσαι]
15  χρυσῶι στεφάνῳ μαρτυροῦντας αὐτῆς τῶι βίωι δημοσίωι ἐπαί[νωι — — — —]
ἐπὶ ὑπάτων Λουκίου Φλαουίου Φιμβρία καὶ Ἀτειλίου Βαρβάρου [— — — γραφομένων παρῆσαν]
  Ἀρίστων Βύκκου ❦ Ἀουίλλιος Ἀρριανός ❦ Οὐέρριος Λειβ[ερᾶλις],
[περ]ὶ οὗ προσανήνενκεν τοῖς ἐν προσκλήτωι Ἰούλιος Λειουεια[ν][ς ὁ ἀντάρχων, περὶ τούτου τοῦ πράγματος οὕτως εὐηρέστησεν]·
[Τεττ]ίᾳ τόπον εἰς κηδείαν ἀπὸ τοῦ τείχους ἐν μετώπωι μέχρι [— — — — —]
20 [․c.4․]κοντα ἓξ οἰκοδομεῖν ἐπιτρέπειν καὶ ἀπὸ τῆς στ[ήλης εἰς (pedum numerum) πανταχόσε ἄλλωι μηδενὶ κηδείαν]
[ἐπὶ] τῶι αὐτῷ τόπῳ δίδοσθαι.
[․․] Δομίτιοι Λέπιδ[ος καὶ (cognomen) τῆι γλυκυ]-
[τά]τηι μητρὶ καὶ Λ(ούκιος) Δομ[ίτιος (cognomen) τῆι ἑαυτοῦ γυναικί].
Search Help
Contact Us