[ ]
Italia (Campania) — Neapolis (Napoli) — 71 AD — IG XIV 760 — cf. I.Napoli II, p. 142 — cf. SEG 48.1275
1 | Τεττίαι Κάσται ἱερείαι τ[οῦ — — — — — —] |
τῶν γυναικῶν οἴκου διὰ βίου ψηφ[ίσματα]. | |
ἐπὶ ὑπάτων Καίσαρος Σεβαστοῦ υἱοῦ Δομιτι[ανοῦ καὶ Γαίου] | |
Οὐαλερίου Φήστου ❦ ιδ Ληναιῶνος ❦ γραφ[ομένων παρῆσαν] | |
5 | Λούκιος Φροῦγι ∙ Κορνήλιος Κε̣ριᾶλις, Ἰούνιος [— — —], |
περὶ οὗ προσανήνενκεν τοῖς ἐν προσκλήτωι Τρανκουίλλιος Ῥοῦφος ὁ ἀντάρχων, περὶ τού[του τοῦ πράγματος οὕτως εὐηρέστησεν]· | |
τὴν γνώμην ἁπάντων ὁμολογοῦντας κοινὴν εἶναι λύπην τὴν πρόμοιρον Τεττίας Κά[στας τελευτήν, γυναικὸς φιλοτιμησαμέ]- | |
νης εἴς τε τὴν τῶν ἁπάντων εὐσέβειαν καὶ εἰς τὴν τῆς πατρίδος εὔνοιαν, ἀργυρῶν ἀνδριάντων ἀνε[κλείπτους ἀναστάσεις τοῖς θεοῖς ποιη]- | |
σαμένης πρὸς τὸ μεγαλοψύχως εὐεργετῆσαι τὴν πόλιν, τιμᾶν ἀνδριάντι καὶ ἀσπίδι ἐγγ[εγραμμένηι Τεττίαν Κάσταν καὶ θάπτειν αὐτὴν] | |
10 | δαπάνῃ μὲν δημοσίαι, ἐπιμελείᾳ δὲ τῶν προσηκόντων, οὓς δυσχερές ἐστιν παραμυθήσασθαι, λ̣ι[βανωτοῦ λίτρας —ʹ καὶ τό]- |
πον εἰς κηδείαν δίδοσθαι καὶ εἰς ταῦτα ἐξοδιάζειν. ❦ ἐπὶ ὑπάτων Καίσαρος Σεβαστοῦ [υἱοῦ Δομιτιανοῦ καὶ Γ(αίου) Οὐαλερίου Φήστου —ʹ πρὸ καλ(ανδῶν)] | |
Ἰουλίων ∙ γραφομένων παρῆσαν Γράνιος Ῥοῦφος, Λούκιος Πούδης vac. Ποππαῖ[ος Σεουῆρος], | |
περὶ οὗ προσανήνενκεν τοῖς ἐν προσκλήτωι Φούλβιος Πρόβος ὁ ἄρχων, περὶ τούτου τοῦ πρ[άγματος οὕτως εὐηρέστησεν· — — — τὴν] | |
δημοσίαν δαπάνην, ἣν ἡ βουλὴ συμπαθοῦσα ἐψηφίσατο Τεττίᾳ Κάστᾳ #⁷Υ[— — — καὶ στεφανῶσαι] | |
15 | χρυσῶι στεφάνῳ μαρτυροῦντας αὐτῆς τῶι βίωι δημοσίωι ἐπαί[νωι — — — —] |
ἐπὶ ὑπάτων Λουκίου Φλαουίου Φιμβρία καὶ Ἀτειλίου Βαρβάρου [— — — γραφομένων παρῆσαν] | |
Ἀρίστων Βύκκου ❦ Ἀουίλλιος Ἀρριανός ❦ Οὐέρριος Λειβ[ερᾶλις], | |
[περ]ὶ οὗ προσανήνενκεν τοῖς ἐν προσκλήτωι Ἰούλιος Λειουεια[ν]ὸ[ς ὁ ἀντάρχων, περὶ τούτου τοῦ πράγματος οὕτως εὐηρέστησεν]· | |
[Τεττ]ίᾳ τόπον εἰς κηδείαν ἀπὸ τοῦ τείχους ἐν μετώπωι μέχρι [— — — — —] | |
20 | [․c.4․]κοντα ἓξ οἰκοδομεῖν ἐπιτρέπειν καὶ ἀπὸ τῆς στ[ήλης εἰς (pedum numerum) πανταχόσε ἄλλωι μηδενὶ κηδείαν] |
[ἐπὶ] τῶι αὐτῷ τόπῳ δίδοσθαι. | |
[․․] Δομίτιοι Λέπιδ[ος καὶ (cognomen) τῆι γλυκυ]- | |
[τά]τηι μητρὶ καὶ Λ(ούκιος) Δομ[ίτιος (cognomen) τῆι ἑαυτοῦ γυναικί]. |