1 | P(ublio) ∙ Plotio P(ubli) f(ilio) Pal(atina) Faustino |
scribae publico neapolitan(o) | |
aedilicio ∙ Plotia ∙ Nome ∙ uxor. | |
col. I.1 | ἐπὶ ὑπάτων Λ(ουκίου) Ἀκειλίου Στράβωνος |
καὶ Σέξτου Νερανίου Καπίτωνος, δημαρ- | |
χοῦντος Ἑρεννίου Μνηστῆρος, ιη πρὸ καλ(ανδῶν) | |
Ὀκτωβρίων, γραφομένων παρῆσαν | |
5 | Ἰούλιος Ἀπολλινάρις, Δομίτιος Ἀσιατικός, |
Ἰούλιος Πρόκλος Ἀρτ(εμίδωρος), | |
περὶ οὗ προσανήνεγκεν τοῖς ἐν προσκλήτωι | |
Ἰούλιος Λειουιανὸς ὁ ἀντάρχων, περὶ τούτου | |
τοῦ πράγματος οὕτως εὐηρέστησεν, εἰση- | |
10 | γουμένων τὴν γνώμην τῶν ἐν προσκλήτ(ωι)· |
καὶ συνπαθίας χάριν καὶ μνήμης ὀφειλομέ- | |
νης τοῖς σεμνῶς βιώσασι τῆς ἐκ τῶν ζώντων | |
τειμῆς, ἡ μόνη παραμυθία τοῦ βίου τὴν ὑστά- | |
την ἡμέραν παρηγοροῦσα {²sc. ἐστι}², μάλισθ’ ὅταν τις | |
15 | μετὰ τῆς τῶν τρόπων ἐπεικείας καὶ τὴν ἐπὶ |
τῆς πατρίδος φιλοτειμίαν κατὰ τὸ δυνατὸν | |
col. II.1 | παράσχῃ, ὥσπερ καὶ Πλ[ώτιος] |
Φαυστεῖνος κεράσας τῇ [τῶν τρό]- | |
πων χρηστότητι καὶ τ[ὴν τῶν πραγμά]- | |
των πεπιστευμένω[ν φιλοτιμίαν] | |
5 | φθονερῷ δαίμονι συν[τυχὼν] |
τῶν πεπειρακότων κ[ατὰ τὸ δυνα]- | |
τὸν μαρτυρίας ἄξιός [ἐστι· συμπαθοῦν]- | |
τες εἰς τὸ κῆδος αὐ[τοῦ λιβανωτοῦ λ(ίτρας)] | |
ι ἀποστέλλειν ἐγν[ώκαμεν καὶ ἐξοδιά]- | |
10 | ζειν ἐπ[ι]τρέποντ[ες — — — — — — εἰς κη]- |
δείαν δίδομεν [τόπον, ὃν ἂν οἱ προσήκον]- | |
τες αὐτοῦ ἕλ<ω>ν[ται ἐκτὸς τῶν ἱερῶν] | |
ἢ μεμισθ<ω>μέ[νων τόπων, μήκους ποδῶν —ʹ] | |
καὶ πλάτους π[οδῶν —ʹ — — — — — — — — —] | |
15 | ρομενοι τὸ τη[— — — — — — — — — — — — —] |
μηδὲ τῶν κατ[— — — — — — — — — — — — —] | |
col. I-II.17 | l(ocus) d(atus) d(ecreto) d(ecurionum). |
I.Napoli
I 84