[ ] Italia (Campania) — Neapolis (Napoli) — ca. 71 AD — IG XIV 758 — cf. I.Napoli II, p. 142
1 Ὀκτάουιος Καπράριος Ὀκταουίωι
Καπραρίωι υἱῶι εὐσεβεστάτωι κατὰ τὸ τῆς
βουλῆς ψήφισμα ∙ ι πρὸ καλαν(δῶν) ∙ Ἰανουαρίων
γραφομένων παρῆσαν Πετρώνιος Σκάπλας {²⁷Σκαπλᾶς(?) (Herrmann)}²⁷, Μαννεῖος
5 Πρεῖσκος, Ποππαῖος Σεουῆρος ∙ περὶ οὗ προσανήνεγκαν τῆι
βουλῆι Πάκκιος Κάληδος καὶ Οὐείβιος Πωλλίων οἱ ἄρχοντες, περὶ
τούτου τοῦ πράγματος οὕτως ἔδοξεν ∙ παντὶ μὲν πολείτηι
συνάχθεσθαι δεῖν ἐπὶ τέκνου τελευτῆι, μάλιστα δὲ Ὀκταουίωι Καπρα-
ρίωι ἀνδρὶ ἀξιολόγωι, βιοῦντι ἐπεικῶς καὶ ἀγορανομήσαντι σεμνῶς, ἀποβα-
10 λόντι υἱὸν Καπράριον νεώτερον, μεμαρτυρημένον ὑφ’ ἡμῶν
διά τε τὴν τῶν τρόπων κοσμιότητα καὶ διὰ τὴν ὁμοίαν τῶι πατρὶ
ἐπιτελεσθεῖσαν αὐτῶι ἀγορανομίαν· παραμυθεῖσθαι οὖν αὐτὸν
δημοσίαι καὶ δίδοσθαι τόπον εἰς κηδείαν, ὃν ἂν ὁ πατὴρ αὐτοῦ ἕληται.
          l(ocus) d(atus) p(ublice) d(ecreto) d(ecurionum).
Search Help
Contact Us