[ ]
Italia (Campania) — Neapolis (Napoli) — ca. 110 AD — IG XIV 747 — cf. I.Napoli II, p. 142
See also:
| 1 | ἀγαθῆι τύχηι. |
| ἡ φιλοσέβαστος καὶ φιλορώμα[ιος Ἀλε]- | |
| ξανδρέων περιπολιστικὴ εὐσεβὴ[ς σύνοδος] | |
| ἐτίμησεν ∙ Τ(ίτον) ∙ Φλάουιον ∙ Κυρ(είνα) ∙ Ἀρχίβιον τὸν [․․c.7․․] | |
| 5 | Ἀλεξανδρέα, ἀρχιερέα διὰ βίου τοῦ σύμπ[αντος ξυστοῦ], |
| παραδοξονίκην, νικήσαντα τὴν ∙ σκ ∙ ὀλυ[μπιάδα καὶ] | |
| τὴν ∙ σκα ∙ ὀλυμπιάδα ἀνδρῶν παγκράτ[ιον καὶ ἐν] | |
| Ῥώμηι τὰ μεγάλα Καπετώλεια τὴν τρίτη[ν πενταετηρίδα] | |
| ἀγενείων παγκράτιον στεφανωθέντα κα[ὶ τὴν τετάρτην] | |
| 10 | ἀνδρῶν παγκράτιον νικήσαντα καὶ τὴν πέμπ[την ἀνδρῶν] |
| παγκράτιον στεφανωθέντα καὶ τὴν ἕκτην ὁ[μοίως ἀνδρῶν] | |
| παγκράτιον στεφανωθέντα πρῶτον ἀνθρώπω[ν· τὰ ἐν ․c.5․] | |
| Ἡράκλεια ἐπινίκια Αὐτοκράτορος Νέρουα Τραιανοῦ Κ[αίσαρος Σεβαστοῦ] | |
| Γερμανικοῦ Δακικοῦ στεφανωθέντα ἀνδρῶν παγκρά[τιον· Πύθια ἀγενείων] | |
| 15 | παγκράτιον καὶ τῆι ἑξῆς πυθιάδι ἀνδρῶν πάλην καὶ π[αγκράτιον καὶ τῆι] |
| ἑξῆς ἀνδρῶν παγκράτιον πρῶτον ἀνθρώπων· Νέμεια π[αίδων παγκράτιον] | |
| καὶ τρὶς κατὰ τὸ ἑξῆς ἀνδρῶν παγκράτιον πρῶτον ἀν[θρώπων· ․․․c.9․․․] | |
| ἀνδρῶν παγκράτιον· Ἄκτια ἀγενείων πάλη<ν> παγκράτ[ιον καὶ (num.) κατὰ] | |
| τὸ ἑξῆς ἀνδρῶν παγκράτιον πρῶτον ἀνθρώπων· Νέαν π[όλιν ἀγενείων] | |
| 20 | παγκράτιον καὶ δὶς κατὰ τὸ ἑξῆς ἀνδρῶν παγκράτιον· [․․c.8․․․ ἀγενεί]- |
| ων πάλην παγκράτιον καὶ δὶς κατὰ τὸ ἑξῆς ἀνδρῶν πάλην παγκρ[άτιον, καὶ τῇ ἑξῆς] | |
| ἀνδρῶν παγκράτιον πρῶτον ἀνθρώπων· τὰ ἐν Ἐφέσωι Βαλβίλλεια [ἀνδρῶν πάλην πυγ]- | |
| μὴν παγκράτιον πρῶτον ἀνθρώπων καὶ τὸν ἐν Ἀντιοχείαι ἱερὸν πεν[ταετηρικὸν ἀγῶνα] | |
| Ἀκτιακῶν παίδων παγκράτιον καὶ τῆι ἑξῆς πενταετηρίδι ἀγεν[είων πάλην καὶ πυγ]- | |
| 25 | μὴν καὶ τῆι ἑξῆς ἀνδρῶν παγκράτιον καὶ τῆι ἑξῆς ὁμοίως ἀνδ[ρῶν παγκράτιον] |
| πρῶτον ἀνθρώπων· Σμύρναν κοινὸν Ἀσίας ἀγενείων πά[λην παγκράτιον] | |
| καὶ τὸν ἐν Ἀλεξανδρείᾳ ἱερὸν πενταετηρικὸν ἀγῶνα Ἀκ[τιακῶν παίδων] | |
| παγκράτιον καὶ μετὰ μίαν πενταετηρίδα ἀνδρῶν πα[γκράτιον] | |
| καὶ τῆι ἑξῆς ὁμοίως ἀνδρῶν παγκράτιον καὶ τῆι ἑ[ξῆς — — —] | |
| 30 | ἀνδρῶν πάλην παγκράτιον πρῶτον ἀνθρώπων· ἔχε[ι δὲ καὶ τὴν ἐξ] |
| Ἄργους ἀσπίδα καὶ ἄλλους πλείστους πενταετηρικ[οὺς ἀγῶνας] | |
| παίδων, ἀγενείων, ἀνδρῶν πάλας καὶ παγκράτια. |