[ ] Italia (Campania) — Neapolis (Napoli) — ca. mid 2nd c. AD — IG XIV 737
1     δόγματι βουλῆ̣[ς ἡ πόλις τῶν Νεαπολιτῶν]
Π(όπλιον) Αἴλιον Ἀντιγενίδα[ν Νεικομηδέα καὶ Νεαπο]-
 λίτην, δημαρχήσαντα [— — — — — — — — — — διὰ βίου]
 ἀρχιερέα ∙ ἱερᾶς συνόδου θυ[μελικῆς τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν],
5  πρῶτον καὶ μόνον ἀπ’ αἰῶνος νεικήσαντα το[ὺς ὑπογεγραμμένους]
 ἀγῶνας, οὕσπερ καὶ μόνους ἠγωνίσατο ἄλειπτος· Ῥώμην ∙ β ∙ Νέα[ν πόλιν]
γ ∙ καὶ τὸν διὰ πάντων ∙ καὶ Ποτιόλους τὰ πρῶτα διατεθέντα ∙ ὑπὸ [τοῦ]
 κυρίου Αὐτοκράτορος Ἀντωνείνου Εὐσέβεια καὶ ὁμοίως τὰ ἑξῆς ∙ ἔχει δ[ὲ]
 καὶ τὰ ἐν Νεικομηδείᾳ τῇ ἑαυτοῦ πατρίδι ἐπιλεγόμενα Ἀσκλήπεια τῷ αὐ[τῷ]
10  ἀγῶνι πυθαύλας, χοραύλας ∙ ἐπαύσατο δὲ ἐτῶν ∙ λε ∙ αὐλήσας δήμῳ Ῥωμ[αί]-
 ων ἔτεσιν εἴκοσι.
Search Help
Contact Us