[ ]
Italia (Campania) — Neapolis (Napoli) — ca. mid 2nd c. AD — IG XIV 737
1 | δόγματι βουλῆ̣[ς ἡ πόλις τῶν Νεαπολιτῶν] |
Π(όπλιον) Αἴλιον Ἀντιγενίδα[ν Νεικομηδέα καὶ Νεαπο]- | |
λίτην, δημαρχήσαντα [— — — — — — — — — — διὰ βίου] | |
ἀρχιερέα ∙ ἱερᾶς συνόδου θυ[μελικῆς τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν], | |
5 | πρῶτον καὶ μόνον ἀπ’ αἰῶνος νεικήσαντα το[ὺς ὑπογεγραμμένους] |
ἀγῶνας, οὕσπερ καὶ μόνους ἠγωνίσατο ἄλειπτος· Ῥώμην ∙ β ∙ Νέα[ν πόλιν] | |
γ ∙ καὶ τὸν διὰ πάντων ∙ καὶ Ποτιόλους τὰ πρῶτα διατεθέντα ∙ ὑπὸ [τοῦ] | |
κυρίου Αὐτοκράτορος Ἀντωνείνου Εὐσέβεια καὶ ὁμοίως τὰ ἑξῆς ∙ ἔχει δ[ὲ] | |
καὶ τὰ ἐν Νεικομηδείᾳ τῇ ἑαυτοῦ πατρίδι ἐπιλεγόμενα Ἀσκλήπεια τῷ αὐ[τῷ] | |
10 | ἀγῶνι πυθαύλας, χοραύλας ∙ ἐπαύσατο δὲ ἐτῶν ∙ λε ∙ αὐλήσας δήμῳ Ῥωμ[αί]- |
ων ἔτεσιν εἴκοσι. |