[ ] Scythia Minor — Kallatis (Mangalia) — 3rd c. BC — AEMÖ 6 (1882) 6, 9 — GVI 1392
1                    Νικία.
χαῖρε, Ἡρακλείδα θύγατερ, πολυαίνετε νύμφα,
Νικασοῖ, μεγάλας ἀντὶ σαοφροσύνας·
ἇς ἔτι τοι μνάμαν φέρεται πόσις, οὐδέ τις ἄλλα
5 κείνου ἐς εὐναίους ἦλθε ἄλοχος θαλάμους.
Search Help