[ ] Scythia Minor — Kallatis (Mangalia) — 12-15 AD — RA 21 (1925) 264, 2 — Dacia 1 (1924) 139, 2
1 ἐπὶ βασιλέος Κότυος τοῦ Ῥοιμητάλκα,
μηνὸς Διονυσίου ἐν τριετηρίδι·
ἔδοξε τοῖς θιασείταις· Διόδωρος Δαμα-
τρίου εἶπε· ἐπειδὴ Ἀρίστων Ἀρίστωνος
5 πατρὸς ἐὼν εὐεργέτα καὶ κτίστα τᾶς πό-
λιος καὶ φιλοτείμου τοῦ θιάσου ἐπαύξων
μὲν οὖν τὰς τοῦ γεννάσαντος ἀρετὰς
δι[α]τελεῖ ὁμοίαν τε ἐπιδείκνυται τὰν
ἰδίαν αἵρεσιν ποτὶ τὸν δᾶμον ἐν παντὶ
10 καιρῷ καὶ κινδύνῳ σῴζων καὶ εὐεργε-
τῶν τοὺς πολείτας καὶ ἐπανγελλό-
μενος ἀ[ε]ί τινος ἀγαθοῦ παραίτιος [ἐ]-
σεῖσθαι [π]οτί τε τὸν θίασον τὸν
παρ’ ἁμῶν εὔνουν ἑαυτὸν ἐνπαρε-
15 χόμενος καὶ συνεπαύξων τὰς τοῦ
Διονύσου [τει]μάς, καίπερ ὢν παντά-
πασιν νέος μεῖζον ἐνδείκνυται τὸ
ποτὶ τοὺς πολείτας φιλόδοξον πα-
ρὰ τοὺς τάχ[ι]ον εὐεργετῆσαι 〚προαι〛
20 προαιρηθέντας· ὅπως οὖν καὶ οἱ θιασ-
εῖται φαίνωντα[ι] τὰν ποτ’ αὐτὸν εὔνοιαν δι-
ατηροῦντες καὶ ἀπομναμονεύοντες
[τὰν] ποθ’ ἑαυτοὺς γνησιότατα καὶ τάχιον
[δεδωκότες] πράτως τῷ πατρὶ αὐτοῦ τὰς
25 [μεγίστας] τειμὰς παρὰ τοὺς λοιποὺς
[εὐεργέτας] νῦν πράτως αὐτοῦ ποιησαμέ-
νου τὰν ἀναγόρε[υσιν] τοῦ στεφάνου διὰ τὸ αὐ-
τὸν τετειμᾶσθα[ι] ὑπὸ τοῦ δάμου ταῖς ἴσ-
αις τῷ πατρὶ τειμαῖ[ς· δεδό]χθαι τοῖς θ[ια]σεί-
30 ταις στεφανοῦν κατὰ [πᾶσαν σύν]οδον καὶ
κατὰ πᾶσαν ἁμέραν ἐν αἷς ἀ[θροίζο]νται
Ἀρίστωνα Ἀρίστωνος τὸν εὐεργέτ[α]ν τοῦ
δάμου καὶ φιλότειμον τοῦ θ[ιά]σ[ου], δεδόσ-
θαι δὲ τὸν στέφανον εἰς τὸ κα[τ]’ ἀΐδιον εὐ-
35 εργεσίας μὲν καὶ ἀρετᾶς ἕνεκεν τᾶς εἰς
τὸν δᾶμον, εὐνοίας δὲ καὶ φιλοτειμίας
τᾶς εἰς τοὺς θιασείτας· ἐνγράψαι δ[ὲ]
τοὺς θιασείτας τὸ ψάφιζμα τοῦτο εἰς
τελαμῶνα λευκοῦ λίθου ἕως μηνὸς
40 Λυκήου τῶν ξενικῶν Διονυσίων καὶ
ἀναθέμεν εἰς τὸν ἐπιφανέστατον
τοῦ μυχοῦ τόπον.
Search Help