[ ]
Scythia Minor — Kallatis (Mangalia) — 12-15 AD — RA 21 (1925) 264, 2 — Dacia 1 (1924) 139, 2
1 | ἐπὶ βασιλέος Κότυος τοῦ Ῥοιμητάλκα, |
μηνὸς Διονυσίου ἐν τριετηρίδι· | |
ἔδοξε τοῖς θιασείταις· Διόδωρος Δαμα- | |
τρίου εἶπε· ἐπειδὴ Ἀρίστων Ἀρίστωνος | |
5 | πατρὸς ἐὼν εὐεργέτα καὶ κτίστα τᾶς πό- |
λιος καὶ φιλοτείμου τοῦ θιάσου ἐπαύξων | |
μὲν οὖν τὰς τοῦ γεννάσαντος ἀρετὰς | |
δι[α]τελεῖ ὁμοίαν τε ἐπιδείκνυται τὰν | |
ἰδίαν αἵρεσιν ποτὶ τὸν δᾶμον ἐν παντὶ | |
10 | καιρῷ καὶ κινδύνῳ σῴζων καὶ εὐεργε- |
τῶν τοὺς πολείτας καὶ ἐπανγελλό- | |
μενος ἀ[ε]ί τινος ἀγαθοῦ παραίτιος [ἐ]- | |
σεῖσθαι [π]οτί τε τὸν θίασον τὸν | |
παρ’ ἁμῶν εὔνουν ἑαυτὸν ἐνπαρε- | |
15 | χόμενος καὶ συνεπαύξων τὰς τοῦ |
Διονύσου [τει]μάς, καίπερ ὢν παντά- | |
πασιν νέος μεῖζον ἐνδείκνυται τὸ | |
ποτὶ τοὺς πολείτας φιλόδοξον πα- | |
ρὰ τοὺς τάχ[ι]ον εὐεργετῆσαι 〚προαι〛 | |
20 | προαιρηθέντας· ὅπως οὖν καὶ οἱ θιασ- |
εῖται φαίνωντα[ι] τὰν ποτ’ αὐτὸν εὔνοιαν δι- | |
ατηροῦντες καὶ ἀπομναμονεύοντες | |
[τὰν] ποθ’ ἑαυτοὺς γνησιότατα καὶ τάχιον | |
[δεδωκότες] πράτως τῷ πατρὶ αὐτοῦ τὰς | |
25 | [μεγίστας] τειμὰς παρὰ τοὺς λοιποὺς |
[εὐεργέτας] νῦν πράτως αὐτοῦ ποιησαμέ- | |
νου τὰν ἀναγόρε[υσιν] τοῦ στεφάνου διὰ τὸ αὐ- | |
τὸν τετειμᾶσθα[ι] ὑπὸ τοῦ δάμου ταῖς ἴσ- | |
αις τῷ πατρὶ τειμαῖ[ς· δεδό]χθαι τοῖς θ[ια]σεί- | |
30 | ταις στεφανοῦν κατὰ [πᾶσαν σύν]οδον καὶ |
κατὰ πᾶσαν ἁμέραν ἐν αἷς ἀ[θροίζο]νται | |
Ἀρίστωνα Ἀρίστωνος τὸν εὐεργέτ[α]ν τοῦ | |
δάμου καὶ φιλότειμον τοῦ θ[ιά]σ[ου], δεδόσ- | |
θαι δὲ τὸν στέφανον εἰς τὸ κα[τ]’ ἀΐδιον εὐ- | |
35 | εργεσίας μὲν καὶ ἀρετᾶς ἕνεκεν τᾶς εἰς |
τὸν δᾶμον, εὐνοίας δὲ καὶ φιλοτειμίας | |
τᾶς εἰς τοὺς θιασείτας· ἐνγράψαι δ[ὲ] | |
τοὺς θιασείτας τὸ ψάφιζμα τοῦτο εἰς | |
τελαμῶνα λευκοῦ λίθου ἕως μηνὸς | |
40 | Λυκήου τῶν ξενικῶν Διονυσίων καὶ |
ἀναθέμεν εἰς τὸν ἐπιφανέστατον | |
τοῦ μυχοῦ τόπον. |