[ ] Scythia Minor — Kallatis (Mangalia) — ca. 50-75 AD — SEG 16.428
[— — — — — — — — — — — — — — — — — — — — —]
1 [․․․․․]ΛΕΞΕ[— — — — — — — — — — — — — κρεα]-
νομίᾳ εὐωχῆσαι τὸν δᾶμον· δ[εδ]όχθαι [οὖν τῷ δά]-
μῳ ἐπῃνῆσθαι αὐτὸν ἐπὶ τούτοις ἐν πάσῃ [δὲ]
[σ]υνπεριφορᾷ καὶ συνόδῳ καὶ δαμοθοινίᾳ καὶ
5 Καισαρίοις καὶ πανηγύρει καὶ ἀρχιερατικᾷ ἐκλησ[ί]-
ᾳ, στεφανοῦσθαι ζῶντα καὶ κατ’ ἀΐδιον τὸμεγα-
λόψυχον {²⁶τὸν μεγαλόψυχον}²⁶ δισευποσιάρχην καὶ δημοσώστην ἐ[ν]
μεγίστῃ λειμῷ γενόμενον Ἰσαγόραν Ἰατροκλέος·
ἀναγραφῆνε δὲ τὸ ψήφισμα εἰς τελαμῶνα λευ-
10 [κ]οῦ λίθου καὶ ἀνατεθῆναι εἰς τὸν ἐπισαμότα-
[το]ν τᾶς [π]όλιος τόπον· ἐξῖνε δὲ αὐτῷ καὶ ποιεῖ[ν]
[․․․․․․․․] ἐν τᾷ πόλι· ἐκυρώθη τὸ ψήφισμα τοῦτο
[ἐν τῇ ἀρχιε]ρατικῇ ἐκλησίᾳ τρίτῃ· vac. [τὸ] ἱερόν τε
[(e.g.) Ἀρτέμιδος τῆς ἁγν]ῆς θεᾶς ἐκονίασεν καὶ ε-
15 [— — — — — — — — — — — — πᾶ]σαν δαπάνην καὶ ὑπηρεσίαν
[— — — — — — — — — ἐπεσκεύασε]ν καὶ τὸ ἔνπροσθεν τεῖ[χος]
[— — — — — — — — — — — — — — —]σία οἰκοδομησ[․․․․․]
[— — — — — — — — — — — — — — — — —]ς. ❦
Search Help