[ ]
Scythia Minor — Kallatis (Mangalia) — Kostena Rjaka — ca. 253 BC — AEMÖ 10 (1886) 197-201 — SGDI III,1 3089
See also:
[— — — — — — — — — — — — — — — — —] | |
1 | [— — — — — — — — — τὰ ἀξιο]ύ̣μ̣εν̣[α(?) ․․] |
[— — — — — — — — τᾶς πόλ]ιος ἁμῶ[ν ἐπ]- | |
[ηγγείλατο πᾶσαν προθυμί]αν καὶ ἐκτ[ένει]- | |
[αν παρέχειν ποτὶ τὰ βελτίο]να τοῦ δά̣[μου], | |
5 | [τῶν δὲ τᾶι πόλι οὐκ ὠλιγ]ωρημένων [τε] |
[κινδύνων καὶ συμφορ]ᾶ̣ν ὑπερτιθέμ[ενος] | |
[οὔτε δαπάναν οὔ]τε κακοπαθίαν [ποτεπ]- | |
[ηγγείλατο] τ̣ῶ[ι] δάμωι τι τῶν ποτὶ χ̣[ρείαν] | |
[ὄντων τᾶι π]όλ[ι] ἐ̣[κ]πονῆσαι, τοῦ τε βασ[ιλέος] | |
10 | [․․․․․․․․] ἀ̣ξι[ω]θ̣έντος ὑπὸ ἅ<μ>α Βιθ[υνῶν] |
[καὶ Μιλα]σ̣ίων, ὅπως λύσῃ τὸν ποτ’ Ἰσ[τρια]- | |
[νοὺς ἤδ]η ἐνεστακότα πόλεμον, ἐξαπο̣[σ]- | |
[ταλε]ὶ̣ς ἐκτενῶς καὶ προθύμως καὶ με[τὰ] | |
[πα]ρ̣ρησίας ἐχρημάτιξεν περὶ τῶν [τᾶς] | |
15 | [π]όλιος δικαίων· ὅπως οὖν καὶ ὁ δᾶ[μος] |
[φ]αίνηται τοὺς εὐνοοῦντας ἑαυτῶι κα[ὶ κα]- | |
[λ]ο[ὺ]ς καὶ ἀγαθοὺς ἄνδρας τιμῶν καθηκ̣[όν]- | |
[τ]ως, ἐπαινε[ῖ]σθαι μὲν ἐπὶ τούτοις τόν τε [δᾶ]- | |
[μ]ον τὸν Ἀπ̣ο̣λλωνιατᾶν ἔχοντα τὸν προ[θύ]- | |
20 | μως ἀντιλαμβανόμενον τᾶς Καλλατ[ια]- |
νῶν σωτηρίας καὶ Στρατώνακτα Λυγ[δά]- | |
μιος· δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμ[ωι]· | |
ἐ̣παγγείλασθαι αὐτῶι, ὅτι ὁ δᾶμος ἀπ̣[οκα]- | |
τ̣ασταθέντων αὑτῶι τῶν πραγμάτ̣[ων] | |
25 | [ε]ἰ̣ς τὰν ἐξ ἀρχᾶς διάθεσιν καὶ τηροῦν[τος] |
[α]ὐτοῦ τὰν αἵρεσιν, ἃν ἔχων διατελεῖ [ποτὶ] | |
[τ]ὰ κοινά, ἀξίως αὐτὸν ἐπιστραφησε[ῖσθαι] | |
[τ]ῶν γεγονότων εἰς αὑτὸν εὐεργε[τημά]- | |
τ̣ων· ἀποστεῖλαι δὲ τοὺς στρατα[γοὺς τὸ] | |
30 | [ἀ]ντίγραφον τοῖς Ἀπολλωνιατᾶν ἄ[ρχουσι] |
κ̣αὶ παρ<α>καλέσαι αὐτοὺς τὸν ἔπαιν̣[ον ἀνα]- | |
[θέ]μεν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸ[ν τὸν τό]- | |
πον ἐπιτάδειον ἐκλεξαμένου̣[ς· καλέ]- | |
[σ]α̣ι δὲ αὐτὸν καὶ τὸν βασιλέα ε[ἰς τὸ πρυ]- | |
35 | [τ]α̣νεῖον· τοὺς δὲ προβούλους τ̣[οὺς προ]- |
[β]ουλεύοντας τὸν μῆνα τὸν [․․c.8․․․] | |
[ἀπ]οδεῖξαι τόπον ἐν τ̣[ῶι Σαμοθραικίωι] | |
[εἰ]ς ὃν ἀνατεθησεῖται [․․․․c.12․․․․] | |
[ὁ] τ̣ελα̣μών· τ̣[ὸ] δ̣’ [ἐσσούμενον ἀνά]- | |
40 | [λωμα ὑ]ποτε[λέσαι τὸν ταμίαν]. |