[ ]
Scythia Minor — Kallatis (Mangalia) — Potîrnichea — early 3rd c. BC — SEG 24.1023
[— — — — — — — — — — — — — — — — — — — — — —] | |
1 | [— — — — — — —]λέοντος {²⁷Λέοντος(?)}²⁷· δεδόσ[θαι δὲ αὐτῶι καὶ ἐκ]- |
[γόνοις πολιτ]είαν προξενίαν εὐεργεσίαν ἰσο[τέ]- | |
[λεια]ν εἴσπλουν καὶ ἔκπλουν καὶ πολέμου καὶ εἰρ[ά]- | |
[νας] ἀσυλεὶ καὶ ἀσπονδεί· στεφανῶσαι δὲ αὐτὸν το[ῖς] | |
5 | [Διον]υσίοις τοῖς ξενικοῖς ἐν τῶι θεάτρωι τοὺς προ- |
[βούλ]ους χ[ρυ]σέωι στεφάνωι ἀνδραγαθίας ἕνεκεν κα[ὶ] | |
[ἀνα]γγεῖλαι διότ[ι ἐστὶ] καλὸς καὶ ἀγαθὸς καὶ πρόθυμος | |
[καὶ εὔνους] περὶ τὰμ πόλιν· ἐπιμεληθῆμεν δὲ τοὺς ἄρ- | |
[χοντας ὅπ]ως ὁ τελαμὼν αὐτοῦ ἀνατεθῆι εἰς τὸ ἱα- | |
10 | [ρὸν τοῦ Ἡρακ]λέος· καλέσαι δὲ αὐτὸν καὶ εἰς πρυτανεῖο[ν] |
[τὸν βασιλέα]· ἀποστεῖλαι δὲ αὐτῶι καὶ ξένια τοὺς με- | |
[ριστάς· τὸ δὲ] ἀνάλωμα ὑποτελέσαι τὸν ταμίαν [․․․․․] | |
[— — — — — — — —] ἀναλίσκ[η]ι. vacat |