[ ] Scythia Minor — Kallatis (Mangalia) — Potîrnichea — early 3rd c. BC — SEG 24.1023
[— — — — — — — — — — — — — — — — — — — — — —]
1 [— — — — — — —]λέοντος {²⁷Λέοντος(?)}²⁷· δεδόσ[θαι δὲ αὐτῶι καὶ ἐκ]-
[γόνοις πολιτ]είαν προξενίαν εὐεργεσίαν ἰσο[τέ]-
[λεια]ν εἴσπλουν καὶ ἔκπλουν καὶ πολέμου καὶ εἰρ[ά]-
[νας] ἀσυλεὶ καὶ ἀσπονδεί· στεφανῶσαι δὲ αὐτὸν το[ῖς]
5 [Διον]υσίοις τοῖς ξενικοῖς ἐν τῶι θεάτρωι τοὺς προ-
[βούλ]ους χ[ρυ]σέωι στεφάνωι ἀνδραγαθίας ἕνεκεν κα[ὶ]
[ἀνα]γγεῖλαι διότ[ι ἐστὶ] καλὸς καὶ ἀγαθὸς καὶ πρόθυμος
[καὶ εὔνους] περὶ τὰμ πόλιν· ἐπιμεληθῆμεν δὲ τοὺς ἄρ-
[χοντας ὅπ]ως ὁ τελαμὼν αὐτοῦ ἀνατεθῆι εἰς τὸ ἱα-
10 [ρὸν τοῦ Ἡρακ]λέος· καλέσαι δὲ αὐτὸν καὶ εἰς πρυτανεῖο[ν]
[τὸν βασιλέα]· ἀποστεῖλαι δὲ αὐτῶι καὶ ξένια τοὺς με-
[ριστάς· τὸ δὲ] ἀνάλωμα ὑποτελέσαι τὸν ταμίαν [․․․․․]
[— — — — — — — —] ἀναλίσκ[η]ι. vacat
Search Help
Contact Us