[ ] Scythia Minor — Tomis (Constanța) — 4th c. AD — SEG 24.1075 — IGLRom 18
See also:
above relief.1         ὑπόμνημα.
below relief.2 οὐδὲν ἐπ’ ἀνθρώποις μύραις δ’ ὑπὸ
     πάντα κυκλεῖται· |
καὶ γὰρ ἐγὼ σπεῦδον θρέψαι τέκνον
5      καὶ εἰς ἐλπίδας ἄγεσθαι· |
ἀλλ’ ἐμέο βουλὴν κρίσις ἔφθασεν
     οὕνεκα τύμβῳ· |
ὡς κρίσις ἐ[στὶ] φίλοι μου ῥητὸ[ν]
    χρε̣[ὼ]ν ἀπέτισα, |
10 πρίν [γε] μολεῖν μέτρον ἡλικίης
    καὶ εἰς ἄνδρας ἡκέσθαι, |
παῖς ὢν ἑξαετὴς τυτθὸς νεῖος,
    Λιλλᾶς ἐκαλούμεν· |
ᾧ τάφον οὐχ ὁσίως Βασσιανὸς
15     γενέτης ἀνέγειρα |
σὺν γαμετῇ Ἰανβαρίᾳ τῇ πολυ-
    δακρυτάτῃ, ❦ |
μυρόμενοι παιδὸς τὴν
    ἀπαθῆ γένεσιν· ❦ |
20   χαίροις ὦ παροδεῖτα
  καὶ ὑγιένοις πάλιν ❦
         ἄλλοις. ❦
Search Help
Contact Us