[ ] Scythia Minor — Tomis (Constanța) — 3rd/4th c. AD
1 τύνβον δαιδάλεον περιαγέ[α]
τ̣εῦξε συνεύνῳ | Ἄνδρυς Κυρίλλῃ
τ̣οῦτον ἀποφθιμένῃ, | σωφροσύνης̣
μ̣νασθεὶς ἐρικυδέος #⁵⁶ ἣν ἔχε
5 κείνη | λέκτρων νυνφιδίων
εἵνεκα καὶ βιότου· | εὐσεβὲς ἔργον
ἔδρασε #⁵⁶ μόνον τάφος, οἶδε γὰρ
ἀνθεῖν | μνήμην τῶν πρόσθεν
τοῖς μετὰ ταῦτα βροτοῖς· |
10 πάντα χρόνος φθείρειν ἔμαθεν
<μὲν> τοῦτο δὲ τηρεῖ #⁵⁶ | ζωόντων δόξαν
       καὶ φθιμένων ἀρετήν.
Search Help
Contact Us