[ ] Scythia Minor — Tomis (Constanța) — 2nd/3rd c. AD
1 Πέρινθός μου ἀνὴρ
β̣ωμὸν καὶ στήλην ἀνέθηκεν̣· |
εἰ δὲ θέλις γνῶναι, παροδηπόρε,
τίς τίνος εἰμί #⁵⁶? | τριῶν καὶ δέκα ἐτῶν
5 ἠγάπα παῖς ἄξιος ἡμῶν· |
εἴτ’ ἐγάμησα αὐτὸν καὶ οἱ τέκνα
τρεῖα ἐκύησα· | υἱὸν ἀπὸ πρώτης,
θύγατρας δύω δῖγμα τύπων μου· |
εἴτ’ ἔτεκον τὸ τέταρτον ἐγὼ
10 ὡς μὴ ὤφελλα τεκέσθαι· |
θνήσκει γὰρ τὸ βρ<έ>φος πρῶτον
καὶ ’γὼ μετὰ μικρόν· | ❦ λ
δὲ ἐτῶν ἔλιπον φάος
ἡελίοιο· | Καικιλία δὲ ἐγὼ Ἀρτεμ-
15 ισία ὧδ’ ἀν<ά>κειμαι. | καὶ πατρὶς
καὶ γαμέτης ἐ<σ>τὶ Πέρινθος ἐμοί· |
υἱός μοι Πρεῖσκος λέγεται,
θυγάτηρ Ἱερωνίς, | οἴκοι δ’ ἐν τὸ βρ<έ>φος
Θεοδώρα ὅτι τέθνηκα· | Πέρινθος
20 γαμέτης ζῇ μοι καὶ λεπτά με κλαίει |
καὶ ὁ πατήρ μου ὁ γλυκὺς θρηνεῖ
ὅτι ὧδε πέφευγα· | ἔστι δέ μοι μήτηρ
ὧδε #⁵⁶ Φλ(αβία) #⁵⁶ Θεοδώρα #⁵⁶ | καὶ κεῖται ἀνδρός
μου ὁ πατὴρ Καικίλιος ἐνθάδε Πρεῖσ[κος]· |
25 [τα]ύτης τοι γενεῆς γενόμην,
ἀλλὰ ἄρτι τέθνηκα | [χαῖρε]·
καὶ σὺ δὲ χαῖρε, ἀπ’ ἐμῶν
τύμβων πόστος παροδεύεις.
Search Help
Contact Us