[ ]
Scythia Minor — Tomis (Constanța) — 2nd/3rd c. AD
1 | Πέρινθός μου ἀνὴρ |
β̣ωμὸν καὶ στήλην ἀνέθηκεν̣· | | |
εἰ δὲ θέλις γνῶναι, παροδηπόρε, | |
τίς τίνος εἰμί #⁵⁶? | τριῶν καὶ δέκα ἐτῶν | |
5 | ἠγάπα παῖς ἄξιος ἡμῶν· | |
εἴτ’ ἐγάμησα αὐτὸν καὶ οἱ τέκνα | |
τρεῖα ἐκύησα· | υἱὸν ἀπὸ πρώτης, | |
θύγατρας δύω δῖγμα τύπων μου· | | |
εἴτ’ ἔτεκον τὸ τέταρτον ἐγὼ | |
10 | ὡς μὴ ὤφελλα τεκέσθαι· | |
θνήσκει γὰρ τὸ βρ<έ>φος πρῶτον | |
καὶ ’γὼ μετὰ μικρόν· | ❦ λ ❦ | |
δὲ ἐτῶν ἔλιπον φάος | |
ἡελίοιο· | Καικιλία δὲ ἐγὼ Ἀρτεμ- | |
15 | ισία ὧδ’ ἀν<ά>κειμαι. | καὶ πατρὶς |
καὶ γαμέτης ἐ<σ>τὶ Πέρινθος ἐμοί· | | |
υἱός μοι Πρεῖσκος λέγεται, | |
θυγάτηρ Ἱερωνίς, | οἴκοι δ’ ἐν τὸ βρ<έ>φος | |
Θεοδώρα ὅτι τέθνηκα· | Πέρινθος | |
20 | γαμέτης ζῇ μοι καὶ λεπτά με κλαίει | |
καὶ ὁ πατήρ μου ὁ γλυκὺς θρηνεῖ | |
ὅτι ὧδε πέφευγα· | ἔστι δέ μοι μήτηρ | |
ὧδε #⁵⁶ Φλ(αβία) #⁵⁶ Θεοδώρα #⁵⁶ | καὶ κεῖται ἀνδρός | |
μου ὁ πατὴρ Καικίλιος ἐνθάδε Πρεῖσ[κος]· | | |
25 | [τα]ύτης τοι γενεῆς γενόμην, |
ἀλλὰ ἄρτι τέθνηκα | [χαῖρε]· | |
καὶ σὺ δὲ χαῖρε, ἀπ’ ἐμῶν | |
τύμβων πόστος παροδεύεις. |