[ ] Scythia Minor — Tomis (Constanța) — Valu lui Traian — 2nd c. AD — GVI 1026
1 Ἰουλιανοῦ παῖς ἦν
καὶ Ῥηγείνης Ἀγάθανδρος |
ἑπτὰ καὶ δεκέτης φῶς
  λίπον ἀελίου· |
5 Σμύρνῃ δ’ ἐνθνήσκω
καλῇ, σπεύδων ἀνελέσθ̣[αι] |
Πύθια καὶ πάτρῃ στέμ-
 μα πάλης κομίσαι· |
ἀντὶ δέ μου στεφάνων
10  γενέται καὶ πατρὶς ἔχουσιν |
ὀστέα μοῦνα λίθῳ
 τῷδ’ ἔνι κευθόμενα· |
χαῖρε, παροδεῖτα.
Search Help
Contact Us