[ ]
Scythia Minor — Tomis (Constanța) — Cumpăna — 1st c. BC
1 | ἁγνὸν ὑπὲρ θιάσοιο πυρίβρομέ σοι τὸ [δ’ ἄγαλμα] |
δῶρον ἀπὸ σφετέρας ὤπασεν ἐργ̣[ασίας] | |
[μ]υστικὸν ἐμ βακχοῖσι λαχὼν στέφος [— — —] | |
Π̣άρμιδος, ἀρχαίην δεικνύμενος τ[ελετήν]. | |
5 | ἀλλὰ σύ, ταυρόκερως, Ἑρμαγένεος χε[ρὸς ἔργον] |
[δ]έξαι καὶ Πασοῦς σῶζε ἱερὸν θίασ[ον]. |