[ ]
Scythia Minor — Tomis (Constanța) — late 2nd/early 3rd c. AD
1 | ἀγαθῆι τύχηι· |
κατὰ τὰ δόξαντα τῇ κρατίστῃ βουλῇ | |
καὶ τῷ λαμπροτάτῳ δήμῳ τῆς | |
λ̣αμπροτάτης μητροπόλεως Τόμεως | |
5 | Α̣ὐρήλιον Πρείσκιον Ἰσίδωρον |
τ̣ὸν ποντάρχην καὶ ἄρξαντα τὴν | |
πρώτην ἀρχὴν ἁγνῶς καὶ ἀμέμπτω̣ς̣ | |
καὶ ἀρχιερασάμενον, τὴν δι’ ὅπλων | |
καὶ κυνηγεσίων φιλοδόξως φιλοτειμίαν̣ | |
10 | ἐφεξῆς ἡμερῶν ἓξ μὴ διαλιπόντα |
καὶ τὴν ἀρχιέρειαν, σύνβιον αὐτοῦ, | |
Οὐλπίαν Ματρῶναν, | |
πάσης τειμῆς καὶ ἀρετῆς χάριν, | |
τὸν καὶ βουλευτὴν καὶ τῶν πρωτευόντων | |
15 | τῆς λαμπροτάτης Φλαουίας Νέας |
Πόλεως καὶ Ἀντιπατρίδος. |