[ ]
Scythia Minor — Tomis (Constanța) — late 2nd/early 3rd c. AD
| 1 | ἀγαθῆι τύχηι· |
| κατὰ τὰ δόξαντα τῇ κρατίστῃ βουλῇ | |
| καὶ τῷ λαμπροτάτῳ δήμῳ τῆς | |
| λ̣αμπροτάτης μητροπόλεως Τόμεως | |
| 5 | Α̣ὐρήλιον Πρείσκιον Ἰσίδωρον |
| τ̣ὸν ποντάρχην καὶ ἄρξαντα τὴν | |
| πρώτην ἀρχὴν ἁγνῶς καὶ ἀμέμπτω̣ς̣ | |
| καὶ ἀρχιερασάμενον, τὴν δι’ ὅπλων | |
| καὶ κυνηγεσίων φιλοδόξως φιλοτειμίαν̣ | |
| 10 | ἐφεξῆς ἡμερῶν ἓξ μὴ διαλιπόντα |
| καὶ τὴν ἀρχιέρειαν, σύνβιον αὐτοῦ, | |
| Οὐλπίαν Ματρῶναν, | |
| πάσης τειμῆς καὶ ἀρετῆς χάριν, | |
| τὸν καὶ βουλευτὴν καὶ τῶν πρωτευόντων | |
| 15 | τῆς λαμπροτάτης Φλαουίας Νέας |
| Πόλεως καὶ Ἀντιπατρίδος. |