[ ]
Scythia Minor — Tomis (Constanța) — early 1st c. BC?
1 | ἐπὶ ἱέρεω Ἀπόλλωνος [τοῦ μετὰ τὸν δεῖνα] |
ἄρχοντες εἶπαν· ἐπειδ[ὴ Νῖλος τοῦ δεῖνος] | |
Τυρανός, ἀνὴρ καλὸς καὶ [ἀγαθὸς γεγονὼς] | |
καὶ ἐκ προγόνων ἀγαθῶ[ν ὤν, παρεπιδημή]- | |
5 | σας καὶ πρότερον ἐν τῇ [πόλει ἡμῶν τήν] |
τε ἀναστροφὴν εὔτακτ[ον καὶ σώφρονα] | |
καὶ ἀξίαν ἀμφοτέρων ἐπ[οιήσατο τῶν πό]- | |
λεων, χωρισθείς τε εἰς [τὴν ἑαυτοῦ πατρί]- | |
δα εὔνουν καὶ πρόθυμο[ν εἰς πράγματα] | |
10 | τῆς πόλεως παρέσχε[το ἑαυτὸν πανταχῆι] |
καὶ λέγων ἀεὶ καὶ πράσ[σων τὰ βέλτιστα] | |
διατελεῖ εὐαποδεικν[ύμενος ἑαυτοῦ] | |
τὴ{ι}ν {²⁶τὴν}²⁶ εὔνοιαν καὶ κατ’ ἰ[δίαν τοῖς ἐντυγ]- | |
χάνουσι τῶν πολει[τῶν καὶ καθόλως τῆι] | |
15 | πόλει· πάντων τε τ[ῆς πόλεως ἐμπόρων] |
τῶν εἰς Ὀλβίαν πόλιν π[λεόντων προνοῶν] | |
καὶ προστατῶν διατελ[εῖ σπουδῆς καὶ] | |
φιλοτ[ε]ιμία[ς] οὐθὲν ἐ[νλείπων αὐτοῖς, ἔ]- | |
γραφ[ε]ν δὲ [ἅς πο]τ[ε τοῖς Τυρανοῖς ἔδοξε νέ]- | |
20 | μειν, τὰς α[ὐτὰς τιμὰς τοῖς Τομίταις διδόσ]- |
θαι· ὅπως [οὖ]ν κ[αὶ ὁ] δῆμ[ος φαίνηται ἀεὶ] | |
τιμῶν τοὺς καλοὺς καὶ ἀγ[αθοὺς ἄνδρας] | |
καὶ γνησίαν εὔνοιαν προσφ[ερομένους] | |
εἰς τὰ τῆς πόλεως πράγματ[α· τύχηι ἀγα]- | |
25 | θῆι, δεδόχθαι τῶι δήμω[ι ἐπηινῆσθαι] |
μὲν ἐπὶ τούτοις Νῖλ[ον τοῦ δεῖνος], | |
δεδόσθαι δὲ αὐτῷ καὶ [ἐκγόνοις προξε]- | |
νίαν, πολιτήαν, ἰσοτ[έλειαν, ἔνκτησιν] | |
ἐνγαίων, δίκας π[ρ]ο[δ]ί[κους, εἴσπλουν καὶ] | |
30 | ἔκπλουν πολέμου καὶ [εἰρήνης ἀσυλεὶ] |
καὶ ἀσπονδεί· εἶναι δὲ αὐ[τῶι ἔφοδον] | |
ἐπὶ τὴν βουλὴν καὶ τὸν δ[ῆμον πρώτωι με]- | |
τὰ τὰ ἱερά· ἐνγράψαι [δὲ τὸ ψήφισμα τοῦτο] | |
εἰς τελαμῶνα λευκοῦ λίθο[υ καὶ ἀναστῆσαι] | |
35 | ἐν τῆι ἀγορᾶι τὸ δὲ ἀνάλω[μα εἶναι {⁸40? dr.?}⁸]. |