[ ] Scythia Minor — Tomis (Constanța) — early 1st c. BC?
1 ἐπὶ ἱέρεω Ἀπόλλωνος [τοῦ μετὰ τὸν δεῖνα]
ἄρχοντες εἶπαν· ἐπειδ[ὴ Νῖλος τοῦ δεῖνος]
Τυρανός, ἀνὴρ καλὸς καὶ [ἀγαθὸς γεγονὼς]
καὶ ἐκ προγόνων ἀγαθῶ[ν ὤν, παρεπιδημή]-
5 σας καὶ πρότερον ἐν τῇ [πόλει ἡμῶν τήν]
τε ἀναστροφὴν εὔτακτ[ον καὶ σώφρονα]
καὶ ἀξίαν ἀμφοτέρων ἐπ[οιήσατο τῶν πό]-
λεων, χωρισθείς τε εἰς [τὴν ἑαυτοῦ πατρί]-
δα εὔνουν καὶ πρόθυμο[ν εἰς πράγματα]
10 τῆς πόλεως παρέσχε[το ἑαυτὸν πανταχῆι]
καὶ λέγων ἀεὶ καὶ πράσ[σων τὰ βέλτιστα]
διατελεῖ εὐαποδεικν[ύμενος ἑαυτοῦ]
τὴ{ι}ν {²⁶τὴν}²⁶ εὔνοιαν καὶ κατ’ ἰ[δίαν τοῖς ἐντυγ]-
χάνουσι τῶν πολει[τῶν καὶ καθόλως τῆι]
15 πόλει· πάντων τε τ[ῆς πόλεως ἐμπόρων]
τῶν εἰς Ὀλβίαν πόλιν π[λεόντων προνοῶν]
καὶ προστατῶν διατελ[εῖ σπουδῆς καὶ]
φιλοτ[ε]ιμία[ς] οὐθὲν ἐ[νλείπων αὐτοῖς, ἔ]-
γραφ[ε]ν δὲ [ἅς πο]τ[ε τοῖς Τυρανοῖς ἔδοξε νέ]-
20 μειν, τὰς α[ὐτὰς τιμὰς τοῖς Τομίταις διδόσ]-
θαι· ὅπως [οὖ]ν κ[αὶ ὁ] δῆμ[ος φαίνηται ἀεὶ]
TIMW=N TOU\S KALOU\S KAI\ A)G[AQOU\S A)/NDRAS]
καὶ γνησίαν εὔνοιαν προσφ[ερομένους]
εἰς τὰ τῆς πόλεως πράγματ[α· τύχηι ἀγα]-
25 θῆι, δεδόχθαι τῶι δήμω[ι ἐπηινῆσθαι]
μὲν ἐπὶ τούτοις Νῖλ[ον τοῦ δεῖνος],
δεδόσθαι δὲ αὐτῷ καὶ [ἐκγόνοις προξε]-
νίαν, πολιτήαν, ἰσοτ[έλειαν, ἔνκτησιν]
ἐνγαίων, δίκας π[ρ]ο[δ][κους, εἴσπλουν καὶ]
30 ἔκπλουν πολέμου καὶ [εἰρήνης ἀσυλεὶ]
καὶ ἀσπονδεί· εἶναι δὲ αὐ[τῶι ἔφοδον]
ἐπὶ τὴν βουλὴν καὶ τὸν δ[ῆμον πρώτωι με]-
τὰ τὰ ἱερά· ἐνγράψαι [δὲ τὸ ψήφισμα τοῦτο]
εἰς τελαμῶνα λευκοῦ λίθο[υ καὶ ἀναστῆσαι]
35 ἐν τῆι ἀγορᾶι τὸ δὲ ἀνάλω[μα εἶναι {⁸40? dr.?}⁸].
Search Help
Contact Us