[ ]
Scythia Minor — Tomis (Constanța) — early 1st c. BC?
| 1 | ἐπὶ ἱέρεω Ἀπόλλωνος [τοῦ μετὰ τὸν δεῖνα] |
| ἄρχοντες εἶπαν· ἐπειδ[ὴ Νῖλος τοῦ δεῖνος] | |
| Τυρανός, ἀνὴρ καλὸς καὶ [ἀγαθὸς γεγονὼς] | |
| καὶ ἐκ προγόνων ἀγαθῶ[ν ὤν, παρεπιδημή]- | |
| 5 | σας καὶ πρότερον ἐν τῇ [πόλει ἡμῶν τήν] |
| τε ἀναστροφὴν εὔτακτ[ον καὶ σώφρονα] | |
| καὶ ἀξίαν ἀμφοτέρων ἐπ[οιήσατο τῶν πό]- | |
| λεων, χωρισθείς τε εἰς [τὴν ἑαυτοῦ πατρί]- | |
| δα εὔνουν καὶ πρόθυμο[ν εἰς πράγματα] | |
| 10 | τῆς πόλεως παρέσχε[το ἑαυτὸν πανταχῆι] |
| καὶ λέγων ἀεὶ καὶ πράσ[σων τὰ βέλτιστα] | |
| διατελεῖ εὐαποδεικν[ύμενος ἑαυτοῦ] | |
| τὴ{ι}ν {²⁶τὴν}²⁶ εὔνοιαν καὶ κατ’ ἰ[δίαν τοῖς ἐντυγ]- | |
| χάνουσι τῶν πολει[τῶν καὶ καθόλως τῆι] | |
| 15 | πόλει· πάντων τε τ[ῆς πόλεως ἐμπόρων] |
| τῶν εἰς Ὀλβίαν πόλιν π[λεόντων προνοῶν] | |
| καὶ προστατῶν διατελ[εῖ σπουδῆς καὶ] | |
| φιλοτ[ε]ιμία[ς] οὐθὲν ἐ[νλείπων αὐτοῖς, ἔ]- | |
| γραφ[ε]ν δὲ [ἅς πο]τ[ε τοῖς Τυρανοῖς ἔδοξε νέ]- | |
| 20 | μειν, τὰς α[ὐτὰς τιμὰς τοῖς Τομίταις διδόσ]- |
| θαι· ὅπως [οὖ]ν κ[αὶ ὁ] δῆμ[ος φαίνηται ἀεὶ] | |
| τιμῶν τοὺς καλοὺς καὶ ἀγ[αθοὺς ἄνδρας] | |
| καὶ γνησίαν εὔνοιαν προσφ[ερομένους] | |
| εἰς τὰ τῆς πόλεως πράγματ[α· τύχηι ἀγα]- | |
| 25 | θῆι, δεδόχθαι τῶι δήμω[ι ἐπηινῆσθαι] |
| μὲν ἐπὶ τούτοις Νῖλ[ον τοῦ δεῖνος], | |
| δεδόσθαι δὲ αὐτῷ καὶ [ἐκγόνοις προξε]- | |
| νίαν, πολιτήαν, ἰσοτ[έλειαν, ἔνκτησιν] | |
| ἐνγαίων, δίκας π[ρ]ο[δ]ί[κους, εἴσπλουν καὶ] | |
| 30 | ἔκπλουν πολέμου καὶ [εἰρήνης ἀσυλεὶ] |
| καὶ ἀσπονδεί· εἶναι δὲ αὐ[τῶι ἔφοδον] | |
| ἐπὶ τὴν βουλὴν καὶ τὸν δ[ῆμον πρώτωι με]- | |
| τὰ τὰ ἱερά· ἐνγράψαι [δὲ τὸ ψήφισμα τοῦτο] | |
| εἰς τελαμῶνα λευκοῦ λίθο[υ καὶ ἀναστῆσαι] | |
| 35 | ἐν τῆι ἀγορᾶι τὸ δὲ ἀνάλω[μα εἶναι {⁸40? dr.?}⁸]. |