[ ]
Scythia Minor — Tomis (Constanța) — ca. 100 BC
I.1 | [ἐφ’ ἱέρ]ε̣ω Σαρ̣απ̣ίωνος [τ]οῦ Δ̣[ιοσκουρίδου ἄρχοντες] |
[εἶπ]αν· ἐπειδὴ διὰ τὰς τῶν̣ κ̣αιρῶν περι̣[σ]τάσεις β̣[αρέως] | |
[ἀπ]ο̣ρῶν καὶ θλιβ̣όμενος ὁ δ̣ῆμος ἐν̣ τ̣ῆ[ι] μεγίσ̣τ̣[ηι καθέ]- | |
[στ]η[κ]εν δυσελπιστίαι καὶ μάλιστα πάντων ἠ̣γ̣ω̣[νία]κε | |
5 | ὑπὲρ τοῦ περιβόλου τῆς πόλεως, τῶν μὲν διὰ τὴν ἀπ[ο]- |
ρίαν ἐκλελοιπότων τὴν πόλιν, τῶν δὲ διὰ τὴν γενομένη[ν] | |
[λοι]μικὴν περίστασιν καὶ τὰς ἀῤ̣ῥωστίας μὴ δυναμένων | |
[φυ]λάσσειν τὴν πατρίδα καὶ διὰ ταῦτα ἐνβριθεστέρας κ[αὶ] | |
μείζονος φυλακῆς προσδεόμενος οἴεται δεῖν καταστ[ῆ]- | |
10 | [σ]αί τινας τοὺς ἀφηγησομένους καὶ φυλάξοντας τοὺς ἐ[πι]- |
καιροτάτους τῆς πόλεως τόπο̣υς· δεδόχθαι τῆ̣[ι] | |
β̣ουλῆι καὶ τῶι δήμωι ἑλέσθαι ἡγεμόνας ἐκ πάντων̣ | |
τ̣ῶν πολε̣ιτῶν ἤδη δύο, οἵτινες καταγράψουσιν ἄνδρ[ας] | |
ἐπιλέκτους τεσσαράκοντα τοὺς ἐφημερεύσοντα[ς] | |
15 | [ἐ]πὶ τῶν πυλῶν καὶ παρακ̣οιτήσοντας τὰς νύκτας κ[αὶ] |
ἐ̣φοδεύσ̣οντας τὴν πόλιν, ἕως ἂν βελτ[ε]ίονα κατάσ̣- | |
τ̣α̣σ̣ιν παραγενηθεὶς ὁ δῆμος καὶ διαφυγὼν τοὺς πε[ρι]- | |
εστῶτας κινδύνους ἀποδῷ τὰς ἀξίας χάριτας τοῖ[ς] | |
θ̣εοῖς· τοὺς δὲ αἱρεθέντας ἡγεμόνας ἐξουσίαν ἔχειν | |
20 | ἀ̣ναγκάζειν καὶ ζημιοῦν ἑκάστης ἡμέρας ἀργυροῖς δέκ̣[α] |
[κ]αὶ πράσειν {²⁶πράσσειν}²⁶ τοὺς ἀπακτοῦντας, τρόπον ὃν ἂν δύνωνται̣, | |
[ἀ]ζημίους ὄντας καὶ ἀνυποδίκους· δοθῆναι δὲ αὐτοῖς̣ | |
ὑ̣πὸ τοῦ δήμου κα[ὶ] εἰς ἀπαρχὴν καὶ σύνοδον χρυσοῦς | |
[τ]έ̣σσαρας· παραπραθῆναι δὲ αὐτοῖς ὑπὸ τῶν ἀρχόντων̣ | |
25 | [ἐ]ν τῷ λιμένι τῶι ἐφ’ ἱέρεω Ἀριστοφάνου· εἱρέθησαν {Ἀπο} |
Ἀπολλοῦς Νικηράτου, Ποσειδώνιος Γέροντος. | |
II.27 | ἐ̣φ’ ἱέρεω Θεοφίλου τοῦ Νουμηνίου, ἄρχοντες εἶπαν. ἐπε[ι]- |
δ̣ὴ αἱρεθέντες ὑπὸ τοῦ δήμου ἡγεμόνες κατὰ ψήφισμα̣ | |
ἐ̣φ’ ἱέρεω Σαραπίωνος τοῦ Διοσκουρίδου Ἀπολλοῦς Νικη̣- | |
30 | ρ̣άτου καὶ Ποσειδώνιος Γέροντος καὶ καταγράψαντ<ε>ς |
ἄνδρας ἐπιλέκτους τεσσαράκοντα καὶ πᾶσαν εἰσενεγ- | |
κ̣άμενοι φιλοπονίαν ἐφημερεύοντες ἐπὶ τῶν πυλῶν καὶ | |
τ̣ὰς νύκτας παρ[α]κ̣οιτοῦντες καὶ ἐφοδεύοντες | |
διεφύλαξαν τ[ὴν πό]λ̣[ιν ἕω]ς τοῦ ἀποκατασταθῆνα[ι] | |
35 | τὸν δῆμον εἰς βελτ[ε]ίονας ἐλπίδας καὶ δοθὲν ἑαυτοῖ[ς] |
εἰς ἀπαρχὴν παρὰ τῆς πό[λ]εω[ς] αὐξήσαντες καθ’ ἕκα[σ]- | |
τον ἑνιαυτὸν θύουσιν ὑπὲρ τῆ[ς] τοῦ δήμου σωτηρία[ς] | |
Μητρὶ Θεῶν καὶ Διοσκόροις· δεδόχθαι τῆι βουλῆι κα[ὶ] | |
τῶι δήμωι ἐπαινέσαι μὲν ἐπὶ τούτοις τοὺς ἡγεμόνας̣ | |
40 | καὶ τοὺς ἐπιλέκτου[ς, ἀν]αγράψαι δὲ [τ]ά τε ψηφίσματα κ[αὶ] |
τὰ ὀνόματα αὐτῶν ε[ἰ]ς τελαμῶνα λευκοῦ λίθου καὶ | |
ἀ̣ναθεῖναι ἐν ὧι ἂν προαιρῶνται τόπωι, ἵνα καὶ οἱ λο[ι]- | |
ποί, εἰδότες τὴν εὐχαριστίαν τοῦ δήμου, φιλοτι- | |
μότεροι γείνωνται εἰς τὸ διαφυλάσσειν τὴν | |
45 | πατρίδα. |
col. I.46 | Ἀπολλοῦς Νικηράτου |
Ποσειδώνιος Γέροντος | |
Ἡραίων Ἀρτεμιδώρου | |
Νουμήνιος Νουμηνίου | |
50 | Διοσκουρίδης Ἡρωνύμου |
Δημήτριος Γέροντος | |
Μῆνις Ἀρτεμιδώρου | |
Ἀντικράτης Εὐδόξου | |
Τιμοκλῆς Ἀριστομάχου | |
55 | Νουμήνιος Μονίμου |
Διονύσιος Διογένου | |
Διονύσιος Δημητρίου | |
Μῆνις Ἀπολλοδώρου | |
Νουμήνιος Εἰρανίχου | |
60 | Δημήτριος Ἑκαταίου |
Γλαυκίας Στράτωνος | |
Διοσκουρίδης Σωκράτου | |
Παυσίμαχος Πολυφήμου | |
Ἀπολλόδωρος Ἡραίωνος | |
col. II.46 | Μενίσκος Σκύμνου |
Νουμήνιος Νουμηνίου | |
Χαιρήμων Εὐκράτου | |
τοῦ Θεοφίλου | |
50 | Ἡφαιστίων Διονυσίου |
Τριακάδας Δοκίμου | |
Ἀπολλώνιος Ὑγιαίνοντος | |
Ἑστιαῖος Ἀριστείδου | |
Ἡδύλος Θεοφανίου. |