[ ] Scythia Minor — Tomis (Constanța) — ca. 100 BC
I.1 [ἐφ’ ἱέρ]ε̣ω Σαρ̣απ̣ίωνος [τ]οῦ Δ̣[ιοσκουρίδου ἄρχοντες]
[εἶπ]αν· ἐπειδὴ διὰ τὰς τῶν̣ κ̣αιρῶν περι̣[σ]τάσεις β̣[αρέως]
[ἀπ]ο̣ρῶν καὶ θλιβ̣όμενος ὁ δ̣ῆμος ἐν̣ τ̣ῆ[ι] μεγίσ̣τ̣[ηι καθέ]-
[στ]η[κ]εν δυσελπιστίαι καὶ μάλιστα πάντων ἠ̣γ̣ω̣[νία]κε
5 ὑπὲρ τοῦ περιβόλου τῆς πόλεως, τῶν μὲν διὰ τὴν ἀπ[ο]-
ρίαν ἐκλελοιπότων τὴν πόλιν, τῶν δὲ διὰ τὴν γενομένη[ν]
[λοι]μικὴν περίστασιν καὶ τὰς ἀῤ̣ῥωστίας μὴ δυναμένων
[φυ]λάσσειν τὴν πατρίδα καὶ διὰ ταῦτα ἐνβριθεστέρας κ[αὶ]
μείζονος φυλακῆς προσδεόμενος οἴεται δεῖν καταστ[ῆ]-
10 [σ]αί τινας τοὺς ἀφηγησομένους καὶ φυλάξοντας τοὺς ἐ[πι]-
καιροτάτους τῆς πόλεως τόπο̣υς· δεδόχθαι τῆ̣[ι]
β̣ουλῆι καὶ τῶι δήμωι ἑλέσθαι ἡγεμόνας ἐκ πάντων̣
τ̣ῶν πολε̣ιτῶν ἤδη δύο, οἵτινες καταγράψουσιν ἄνδρ[ας]
ἐπιλέκτους τεσσαράκοντα τοὺς ἐφημερεύσοντα[ς]
15 [ἐ]πὶ τῶν πυλῶν καὶ παρακ̣οιτήσοντας τὰς νύκτας κ[αὶ]
ἐ̣φοδεύσ̣οντας τὴν πόλιν, ἕως ἂν βελτ[ε]ίονα κατάσ̣-
τ̣α̣σ̣ιν παραγενηθεὶς ὁ δῆμος καὶ διαφυγὼν τοὺς πε[ρι]-
εστῶτας κινδύνους ἀποδῷ τὰς ἀξίας χάριτας τοῖ[ς]
θ̣εοῖς· τοὺς δὲ αἱρεθέντας ἡγεμόνας ἐξουσίαν ἔχειν
20 ἀ̣ναγκάζειν καὶ ζημιοῦν ἑκάστης ἡμέρας ἀργυροῖς δέκ̣[α]
[κ]αὶ πράσειν {²⁶πράσσειν}²⁶ τοὺς ἀπακτοῦντας, τρόπον ὃν ἂν δύνωνται̣,
[ἀ]ζημίους ὄντας καὶ ἀνυποδίκους· δοθῆναι δὲ αὐτοῖς̣
ὑ̣πὸ τοῦ δήμου κα[ὶ] εἰς ἀπαρχὴν καὶ σύνοδον χρυσοῦς
[τ]έ̣σσαρας· παραπραθῆναι δὲ αὐτοῖς ὑπὸ τῶν ἀρχόντων̣
25 [ἐ]ν τῷ λιμένι τῶι ἐφ’ ἱέρεω Ἀριστοφάνου· εἱρέθησαν {Ἀπο}
Ἀπολλοῦς Νικηράτου, Ποσειδώνιος Γέροντος.
II.27 E)?F' I(E/REW *QEOFI/LOU TOU= *NOUMHNI/OU, A)/RXONTES EI)=PAN. E)PE[I]-
δ̣ὴ αἱρεθέντες ὑπὸ τοῦ δήμου ἡγεμόνες κατὰ ψήφισμα̣
ἐ̣φ’ ἱέρεω Σαραπίωνος τοῦ Διοσκουρίδου Ἀπολλοῦς Νικη̣-
30 ρ̣άτου καὶ Ποσειδώνιος Γέροντος καὶ καταγράψαντ<ε
ἄνδρας ἐπιλέκτους τεσσαράκοντα καὶ πᾶσαν εἰσενεγ-
κ̣άμενοι φιλοπονίαν ἐφημερεύοντες ἐπὶ τῶν πυλῶν καὶ
τ̣ὰς νύκτας παρ[α]κ̣οιτοῦντες καὶ ἐφοδεύοντες
διεφύλαξαν τ[ὴν πό]λ̣[ιν ἕω]ς τοῦ ἀποκατασταθῆνα[ι]
35 τὸν δῆμον εἰς βελτ[ε]ίονας ἐλπίδας καὶ δοθὲν ἑαυτοῖ[ς]
εἰς ἀπαρχὴν παρὰ τῆς πό[λ]εω[ς] αὐξήσαντες καθ’ ἕκα[σ]-
τον ἑνιαυτὸν θύουσιν ὑπὲρ τῆ[ς] τοῦ δήμου σωτηρία[ς]
Μητρὶ Θεῶν καὶ Διοσκόροις· δεδόχθαι τῆι βουλῆι κα[ὶ]
τῶι δήμωι ἐπαινέσαι μὲν ἐπὶ τούτοις τοὺς ἡγεμόνας̣
40 καὶ τοὺς ἐπιλέκτου[ς, ἀν]αγράψαι δὲ [τ]ά τε ψηφίσματα κ[αὶ]
τὰ ὀνόματα αὐτῶν ε[ἰ]ς τελαμῶνα λευκοῦ λίθου καὶ
ἀ̣ναθεῖναι ἐν ὧι ἂν προαιρῶνται τόπωι, ἵνα καὶ οἱ λο[ι]-
ποί, εἰδότες τὴν εὐχαριστίαν τοῦ δήμου, φιλοτι-
μότεροι γείνωνται εἰς τὸ διαφυλάσσειν τὴν
45          πατρίδα.
col. I.46 Ἀπολλοῦς Νικηράτου
Ποσειδώνιος Γέροντος
*(HRAI/WN *)ARTEMIDW/ROU
Νουμήνιος Νουμηνίου
50 Διοσκουρίδης Ἡρωνύμου
Δημήτριος Γέροντος
Μῆνις Ἀρτεμιδώρου
Ἀντικράτης Εὐδόξου
Τιμοκλῆς Ἀριστομάχου
55 Νουμήνιος Μονίμου
Διονύσιος Διογένου
Διονύσιος Δημητρίου
Μῆνις Ἀπολλοδώρου
Νουμήνιος Εἰρανίχου
60 Δημήτριος Ἑκαταίου
Γλαυκίας Στράτωνος
Διοσκουρίδης Σωκράτου
Παυσίμαχος Πολυφήμου
Ἀπολλόδωρος Ἡραίωνος
col. II.46 Μενίσκος Σκύμνου
Νουμήνιος Νουμηνίου
Χαιρήμων Εὐκράτου
τοῦ Θεοφίλου
50 Ἡφαιστίων Διονυσίου
Τριακάδας Δοκίμου
Ἀπολλώνιος Ὑγιαίνοντος
Ἑστιαῖος Ἀριστείδου
Ἡδύλος Θεοφανίου.
Search Help
Contact Us