[ ] Scythia Minor — Istros-Histria — 1st c. BC/1st c. AD — SEG 2.461 — GVI 1519
1 πατρὸς Ἀρισταίου γένος αὐξήσοντά σε πηοὶ
 ἠλπίσαμ<ε>ν πάτρηι κῦδος ἐλευσόμενον·
ἄρτι γὰρ εὐξυνέτους σε δαημοσύνας μεθέποντα
 Κυζζίκου, ἣν ἐπόθεις, γῆ λάχεν ὠκύμορον,
5 Μειδία, ἠϊθέοις δὲ μεταπρεφθεὶς ἑτάροισιν
 πᾶσιν ἀνειάων κάλλιπες οἰκτρὸν ἄχος.
μύρονται δὲ γονεῖες ὑπ’ ἄ[λγ]εσιν, εἰς σποδιὴν γὰρ
ἐξέχεαν μούνην φροντίδα γηροκόμον
οὐδ’ ἐπὶ νυμφιδίοις θαλαμεύμασι δᾷδας ἀνάψαι
10  ἔφθασαν· ἆ τέκνων ἐλπὶς ὑπηνέμιος.
ζηλωτὸς δ’ ἀστοῖσι καὶ ἀλλοδαποῖσι πεφηνὼς
 τὴν ἀρετὴν ζῶσαν καὶ ἐν φθιμένοισιν ἔχεις.
Search Help
Contact Us