[ ]
Scythia Minor — Istros-Histria — 1st c. BC/1st c. AD — SEG 2.461 — GVI 1519
See also:
| 1 | πατρὸς Ἀρισταίου γένος αὐξήσοντά σε πηοὶ |
| ἠλπίσαμ<ε>ν πάτρηι κῦδος ἐλευσόμενον· | |
| ἄρτι γὰρ εὐξυνέτους σε δαημοσύνας μεθέποντα | |
| Κυζζίκου, ἣν ἐπόθεις, γῆ λάχεν ὠκύμορον, | |
| 5 | Μειδία, ἠϊθέοις δὲ μεταπρεφθεὶς ἑτάροισιν |
| πᾶσιν ἀνειάων κάλλιπες οἰκτρὸν ἄχος. | |
| μύρονται δὲ γονεῖες ὑπ’ ἄ[λγ]εσιν, εἰς σποδιὴν γὰρ | |
| ἐξέχεαν μούνην φροντίδα γηροκόμον | |
| οὐδ’ ἐπὶ νυμφιδίοις θαλαμεύμασι δᾷδας ἀνάψαι | |
| 10 | ἔφθασαν· ἆ τέκνων ἐλπὶς ὑπηνέμιος. |
| ζηλωτὸς δ’ ἀστοῖσι καὶ ἀλλοδαποῖσι πεφηνὼς | |
| τὴν ἀρετὴν ζῶσαν καὶ ἐν φθιμένοισιν ἔχεις. |