[ ]
Scythia Minor? — Istros-Histria? [Dragomirna] — ca. 300-250 BC — Syll.³ 707
1 | [․․․] ἐπὶ [— — —]ΙΕΣ․εισ[— — —] |
[δ]εκάτη<ι> οἱ σύνεδροι εἶπ[αν· ἐ]- | |
πειδὴ πρεσβευτὴς ἀποστ[αλεὶς] | |
Εὔπολις Φιλομήλου εἰς Βυζ[άν]- | |
5 | τιον καὶ προσταχὴν λαβὼν ἐπ[ά]- |
γειν ἀρχιτέκτονα ἐμισθώσ[α]- | |
το Ἐπικράτην, ὃς παραγενόμ[ε]- | |
νος πολλὰ καὶ λυσιτελῆ συνετ[ε]- | |
λέσατο παρὰ τὰς ἐγδόσεις τῶν | |
10 | ἔργων, τοῖς τε καιροῖς συμπερι- |
φερόμενος τοῖς κατὰ τὴμ πόλιν | |
τοὺς μισθοὺς ἐλάμβανεν | |
οὓς ὁ δῆμος ἠξίου, πολέμου τε | |
προσαγγελθέντος Ὀλατικοῦ | |
15 | τὰ πρὸς τὸν καιρὸν ἐμπείρως καὶ |
προθύμως παρεσκεύασεν, ὧν ἦν | |
χρεία, εἴς τε τὸμ μετὰ ταῦτα | |
χρόνον ἐπιμελητὰς ἑλομένου | |
τοῦ δήμου τῶν τειχῶν εἰς ἔτη | |
20 | δύο, ἐπικληθεὶς ὑπὸ τῶν συνέδρων |
ἐπεστάτησε συμφερόντως, πα- | |
ρεπιδημῶν τε ἔτη πλείω ἀνέγκλη- | |
τος ὢν διετέλεσεν, καὶ τὰ λοιπὰ εὔ- | |
νους ὢν διατελεῖ τῶι δήμωι, δόξ[αι] | |
25 | [τ]ῆι βουλῆι καὶ τῶι δήμωι, ἐπαινέσαι |
[ἀ]ρχιτέκτονα Ἐπικράτην Νικοβούλ[ου] | |
[Βυ]ζάντιον ἀρετῆς ἕνεκε καὶ εὐν- | |
[οί]ας τῆς εἰς τὴμ πόλιν, καὶ στεφ[α]- | |
[νῶ]σαι αὐτὸν χρυσῶι στεφάνωι το[ῖς] | |
30 | [Θαρ]γηλίοις ἐν τῶι θεάτρωι· δίδοσ[θαι] |
[δὲ α]ὐτῶι τετάρτωι σιτηρέσια καὶ μ[ισ]- | |
[θόν]· εἶναι δὲ αὐτῶι καὶ ἐκγόνοις προξ[ε]- | |
[νίαν], πολιτείαν εἴσπλουν καὶ ἔκπλου[ν] | |
[καὶ ἐ]μ πολέμωι καὶ ἐν εἰρήνηι ἀσυλε[ὶ] | |
35 | [καὶ ἀ]σπονδεὶ καὶ ἔφοδον ἐπὶ τὴμ βουλ[ὴν] |
[καὶ] τὸν δῆμον μετὰ τὰ ἱερά. τὸ δὲ ψή- | |
[φισ]μα τοῦτο ἀναγραφῆναι εἰς τελαμ[ῶ]- | |
[να] λίθινον ὑπὸ τῶν ἀρχόντων καὶ στ[α]- | |
[θῆ]ναι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος. τ[ὸ] | |
40 | [δὲ] ἀνάλωμα τὸ εἰς τὸν τελαμῶνα δ[οῦ]- |
[ναι] τοὺς οἰκονόμους ἀφ’ ὧν χειρίζουσ[ιν] | |
[αὐτ]οί. καλέσαι δὲ αὐτὸν καὶ ἐπὶ ξέν[ια] | |
[εἰς] τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. | |
{²corona}² |