IScM I 65
[ ] Scythia Minor? — Istros-Histria? [Dragomirna] — ca. 300-250 BC — Syll.³ 707
1 [․․․] ἐπὶ [— —  —]ΙΕΣ․εισ[— — —]
[δ]εκάτη<ι> οἱ σύνεδροι εἶπ[αν· ἐ]-
πειδὴ πρεσβευτὴς ἀποστ[αλεὶς]
Εὔπολις Φιλομήλου εἰς Βυζ[άν]-
5 τιον καὶ προσταχὴν λαβὼν ἐπ[ά]-
γειν ἀρχιτέκτονα ἐμισθώσ[α]-
το Ἐπικράτην, ὃς παραγενόμ[ε]-
νος πολλὰ καὶ λυσιτελῆ συνετ[ε]-
λέσατο παρὰ τὰς ἐγδόσεις τῶν
10 ἔργων, τοῖς τε καιροῖς συμπερι-
φερόμενος τοῖς κατὰ τὴμ πόλιν
τοὺς μισθοὺς ἐλάμβανεν
οὓς ὁ δῆμος ἠξίου, πολέμου τε
προσαγγελθέντος Ὀλατικοῦ
15 τὰ πρὸς τὸν καιρὸν ἐμπείρως καὶ
προθύμως παρεσκεύασεν, ὧν ἦν
χρεία, εἴς τε τὸμ μετὰ ταῦτα
χρόνον ἐπιμελητὰς ἑλομένου
τοῦ δήμου τῶν τειχῶν εἰς ἔτη
20 δύο, ἐπικληθεὶς ὑπὸ τῶν συνέδρων
ἐπεστάτησε συμφερόντως, πα-
ρεπιδημῶν τε ἔτη πλείω ἀνέγκλη-
τος ὢν διετέλεσεν, καὶ τὰ λοιπὰ εὔ-
νους ὢν διατελεῖ τῶι δήμωι, δόξ[αι]
25 [τ]ῆι βουλῆι καὶ τῶι δήμωι, ἐπαινέσαι
[ἀ]ρχιτέκτονα Ἐπικράτην Νικοβούλ[ου]
[Βυ]ζάντιον ἀρετῆς ἕνεκε καὶ εὐν-
[οί]ας τῆς εἰς τὴμ πόλιν, καὶ στεφ[α]-
[νῶ]σαι αὐτὸν χρυσῶι στεφάνωι το[ῖς]
30 [Θαρ]γηλίοις ἐν τῶι θεάτρωι· δίδοσ[θαι]
[δὲ α]ὐτῶι τετάρτωι σιτηρέσια καὶ μ[ισ]-
[θόν]· εἶναι δὲ αὐτῶι καὶ ἐκγόνοις προξ[ε]-
[νίαν], πολιτείαν εἴσπλουν καὶ ἔκπλου[ν]
[καὶ ἐ]μ πολέμωι καὶ ἐν εἰρήνηι ἀσυλε[ὶ]
35 [καὶ ἀ]σπονδεὶ καὶ ἔφοδον ἐπὶ τὴμ βουλ[ὴν]
[καὶ] τὸν δῆμον μετὰ τὰ ἱερά. τὸ δὲ ψή-
[φισ]μα τοῦτο ἀναγραφῆναι εἰς τελαμ[ῶ]-
[να] λίθινον ὑπὸ τῶν ἀρχόντων καὶ στ[α]-
[θῆ]ναι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος. τ[ὸ]
40 [δὲ] ἀνάλωμα τὸ εἰς τὸν τελαμῶνα δ[οῦ]-
[ναι] τοὺς οἰκονόμους ἀφ’ ὧν χειρίζουσ[ιν]
[αὐτ]οί. καλέσαι δὲ αὐτὸν καὶ ἐπὶ ξέν[ια]
[εἰς] τὸ ἱερὸν τοῦ Ἀπόλλωνος.
           {²corona
Search Help