[ ]
Scythia Minor — Istros-Histria — decree of Apollonia — 2nd c. BC — SEG 19.468; cf. 24.1097 — IGBulg I² 388bis; cf. V 5137
1 | [ἔδ]οξε τῆι βουλῆ[ι] κ̣αὶ τῶι δήμωι· τῶν συνέδρω[ν] |
[γ]νώμη· ἐπειδὴ σ̣υ̣μβέβηκεν τήν τε πέραν [χώ]- | |
ρ̣αν Μεσημβρια[ν]ῶν πόλεμον ἀνεπάγγελτον | |
ἡ̣μῖν ἐξενεγκά̣ν̣των καὶ πολλὰ καὶ μεγάλα ἀσε- | |
5 | [β]ησάντων εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ εἰς |
τοὺς ἐσχάτους κινδύνους ἀγαγόντων τὴν πόλι[ν], | |
Ἰστριανοὶ συνγενεῖς καὶ φίλοι καὶ εὔνοοι ὑπάρχον- | |
τες τοῦ δήμου ἐξαπέστειλαν πλοῖά τε μακρ[ὰ] | |
καὶ στρατιώτας τοὺς βοηθήσοντας ἡμῖν, τά- | |
10 | ξαντες ἐπὶ τούτων ναύαρχον αὐτοκράτορα Ἡ̣- |
γησαγόραν Μονίμου, ἄνδρα καλὸν καὶ ἀγαθόν, ὃς πα- | |
ραγενόμενος τήν τε πόλιν καὶ τὴν χώραν καὶ τοὺς | |
λιμένας μεθ’ ἡμῶν τε καὶ τῶν συνμάχων {²⁶συμμάχων}²⁶ διεφύ- | |
λαξεν, τό τε φρούριον τὸ ἐν Ἀγχιάλωι ἀπηλλο- | |
15 | τριωμένον καὶ κατεχόμενον ὑπὸ τῶν πολεμί- |
ων, διὸ συνέβαινεν τήν τε πόλιν καὶ τὰς προσό- | |
δους μεγάλα βλάπτεσθαι, ἐκπολιορκήσας μ[ε]- | |
θ’ ἡμῶν τε καὶ τῶν ἄλλων συμμάχων κατέρειψε | |
εἰ[ς] ἔδαφος, ἔν τε τῶι ἐπίπλω<ι> τῶι ἐπ’ Ἀγχίαλον τῶν | |
20 | ἐναντίων ἐπιθεμένων τῶι στόλωι διακινδυνεύσα[ς] |
πρὸς πλείονας τῶν τε πολεμίων ἐκράτησεν καὶ πλοῖ- | |
ον αὔτανδρον ἔλαβε μεθ’ ἡμῶν τε καὶ τῶν ἄλλων | |
συμμάχων, ὁμο[ίω]ς δὲ καὶ ἐν ταῖς ἀποβάσεσιν παραβολώ- | |
τερον ἑαυτὸν διδοὺς εἰς τοὺς ἀγῶνας καὶ ἐν τοῖς | |
25 | λοιποῖς ἅπασιν φιλοκινδύνως ἀγωνιζόμενος ἐπὶ |
προτερημάτων διὰ παντὸς ἐγείνετο καὶ τοὺς στρα- | |
τιώτας ἑαυτοῦ προθύμους καὶ χρησίμους ἐν τῶ[ι] | |
πολέμωι διὰ παντὸς παρείχετο· ὅπως οὖν ὁ δῆμος ε[ὐ]- | |
[χ]αριστῶν φαίνηται καὶ τειμῶν τοὺς ἀγαθοὺς τῶν ἀν- | |
30 | δρῶν, τύχηι ἀγα[θ]ῆι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή- |
μωι ἐπαινέσαι μὲν ἐπὶ τούτοις τὸν δῆμον τὸν Ἰστρι- | |
ανῶν, φίλον ὄντα καὶ συγγενῆ καὶ σύμμαχον, καὶ ἐ- | |
πὶ τῶι πένψαι ναύαρχον Ἡγησαγόραν Μονίμου καὶ ἀπο- | |
καταστῆσαι τὰς ἐψηφισμένας Ἰστριανοῖς τιμάς· στ[ε]- | |
35 | φανῶσαι δὲ καὶ Ἡγησαγόραν Μονίμου χρυσῶι στεφάνω[ι] |
ἐν τοῖς Διονυσίοις καὶ εἰκόνι χαλκῆι ἐν ὅπλοις ἐπ’ ἐμ- | |
[β]όλου καὶ ἀναθεῖναι τὴν εἰκόνα εἰς τὸ ἱερὸν τοῦ Ἀπόλ- | |
λωνος τοῦ Ἰατροῦ καὶ γράψαι τὸ ψήφισμα τὴν βά- | |
[σ]ιν, [ἀ]ναγγεῖλαι δὲ τὰς τειμὰς καὶ ἐν Ἴστρωι ἐν τοῖς συν- | |
40 | [τελουμέν]οις ἀγῶσιν ἀ[ε]ὶ ποιουμένους τὴν ἀναγγε- |
[λίαν τοὺς — — — — — — — — — — — — — — — — —] |