[ ] Scythia Minor — Istros-Histria — decree of Apollonia — 2nd c. BC — SEG 19.468; cf. 24.1097 — IGBulg I² 388bis; cf. V 5137
1 [ἔδ]οξε τῆι βουλῆ[ι] κ̣αὶ τῶι δήμωι· τῶν συνέδρω[ν]
[γ]νώμη· ἐπειδὴ σ̣υ̣μβέβηκεν τήν τε πέραν [χώ]-
ρ̣αν Μεσημβρια[ν]ῶν πόλεμον ἀνεπάγγελτον
ἡ̣μῖν ἐξενεγκά̣ν̣των καὶ πολλὰ καὶ μεγάλα ἀσε-
5 [β]ησάντων εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ εἰς
τοὺς ἐσχάτους κινδύνους ἀγαγόντων τὴν πόλι[ν],
Ἰστριανοὶ συνγενεῖς καὶ φίλοι καὶ εὔνοοι ὑπάρχον-
τες τοῦ δήμου ἐξαπέστειλαν πλοῖά τε μακρ[ὰ]
καὶ στρατιώτας τοὺς βοηθήσοντας ἡμῖν, τά-
10 ξαντες ἐπὶ τούτων ναύαρχον αὐτοκράτορα Ἡ̣-
γησαγόραν Μονίμου, ἄνδρα καλὸν καὶ ἀγαθόν, ὃς πα-
ραγενόμενος τήν τε πόλιν καὶ τὴν χώραν καὶ τοὺς
λιμένας μεθ’ ἡμῶν τε καὶ τῶν συνμάχων {²⁶συμμάχων}²⁶ διεφύ-
λαξεν, τό τε φρούριον τὸ ἐν Ἀγχιάλωι ἀπηλλο-
15 τριωμένον καὶ κατεχόμενον ὑπὸ τῶν πολεμί-
ων, διὸ συνέβαινεν τήν τε πόλιν καὶ τὰς προσό-
δους μεγάλα βλάπτεσθαι, ἐκπολιορκήσας μ[ε]-
θ’ ἡμῶν τε καὶ τῶν ἄλλων συμμάχων κατέρειψε
εἰ[ς]δαφος, ἔν τε τῶι ἐπίπλω<ι> τῶι ἐπ’ Ἀγχίαλον τῶν
20 ἐναντίων ἐπιθεμένων τῶι στόλωι διακινδυνεύσα[ς]
πρὸς πλείονας τῶν τε πολεμίων ἐκράτησεν καὶ πλοῖ-
ον αὔτανδρον ἔλαβε μεθ’ ἡμῶν τε καὶ τῶν ἄλλων
συμμάχων, ὁμο[ίω]ς δὲ καὶ ἐν ταῖς ἀποβάσεσιν παραβολώ-
τερον ἑαυτὸν διδοὺς εἰς τοὺς ἀγῶνας καὶ ἐν τοῖς
25 λοιποῖς ἅπασιν φιλοκινδύνως ἀγωνιζόμενος ἐπὶ
προτερημάτων διὰ παντὸς ἐγείνετο καὶ τοὺς στρα-
τιώτας ἑαυτοῦ προθύμους καὶ χρησίμους ἐν τῶ[ι]
πολέμωι διὰ παντὸς παρείχετο· ὅπως οὖν ὁ δῆμος ε[ὐ]-
[χ]αριστῶν φαίνηται καὶ τειμῶν τοὺς ἀγαθοὺς τῶν ἀν-
30 δρῶν, τύχηι ἀγα[θ]ῆι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή-
μωι ἐπαινέσαι μὲν ἐπὶ τούτοις τὸν δῆμον τὸν Ἰστρι-
ανῶν, φίλον ὄντα καὶ συγγενῆ καὶ σύμμαχον, καὶ ἐ-
πὶ τῶι πένψαι ναύαρχον Ἡγησαγόραν Μονίμου καὶ ἀπο-
καταστῆσαι τὰς ἐψηφισμένας Ἰστριανοῖς τιμάς· στ[ε]-
35 φανῶσαι δὲ καὶ Ἡγησαγόραν Μονίμου χρυσῶι στεφάνω[ι]
ἐν τοῖς Διονυσίοις καὶ εἰκόνι χαλκῆι ἐν ὅπλοις ἐπ’ ἐμ-
[β]όλου καὶ ἀναθεῖναι τὴν εἰκόνα εἰς τὸ ἱερὸν τοῦ Ἀπόλ-
λωνος τοῦ Ἰατροῦ καὶ γράψαι τὸ ψήφισμα τὴν βά-
[σ]ιν, [ἀ]ναγγεῖλαι δὲ τὰς τειμὰς καὶ ἐν Ἴστρωι ἐν τοῖς συν-
40 [τελουμέν]οις ἀγῶσιν ἀ[ε]ὶ ποιουμένους τὴν ἀναγγε-
[λίαν τοὺς — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us