[ ]
Scythia Minor — Istros-Histria — 2nd c. BC
[— — — — — — — — — — — — — — — —] | |
1 | [— — — — — — — — — — — παρ]εχόμενος |
[— — — — — — — — — —] νῦν [— —] πάλιν | |
[— — — — — — — —]ΣΙ χρήματα [γι]νόμ[ε]- | |
[να — — —]ος. τοῖς ἀπ’ ἀρχῆς ὑφ’ ἑα[υ]τοῦ | |
5 | [— — — — — —] ὅπως αἱ φυλαὶ γίνωνται |
[— — — — κατ’] ἐνιαυτὸν ἡμέραν ἐπώ- | |
[νυμον αὐτο]ῦ τὴν συναγωγὴν ποιούμε- | |
[ναι ἀπὸ τῶν γ]ινομένων προσόδων ἐκ | |
[— — — — — τ]ῶν δεδομένων ὑπ’ αὐτοῦ δι- | |
10 | [αφόρων· τ]ύ[χ]ηι ἀγαθῆι· δεδόχθαι ταῖς φυ- |
[λαῖς· ἐπα]ιν[έσ]αι μὲν ἐπὶ τούτοις Μενίσ- | |
[κον ․․․․․] ἄ[ν]δρα καλὸν καὶ ἀγαθὸν γεγε- | |
[νημένο]ν κ[αὶ] παρ’ ὅλον τὸν βίον εὐεργε- | |
[σίας π]αρ[εχό]μενον πρὸς τοὺς πολίτ- | |
15 | [ας] ἄγε[ιν] δ[ὲ] αὐτοῦ καὶ ἡμέραν καθ’ ἕκασ- |
[τ]ο[ν] ἐνια[υ]τό[ν], μηνὸς Ἀνθεστηριῶνος | |
[δ]ωδεκά[τ]η[ν, ἐν] ἧ<ι> θύσαντες τοῖς θεοῖς ἄ- | |
[γ]ουσιν τὴν [σ]ύνοδον ἀπὸ τῶν μεμερισ- | |
[μ]ένων δ[ι]αφ[ό]ρων καὶ στεφανώσουσιν | |
20 | [αὐτ]ὸν χρυσ[ῶ]ι στεφάνωι ἀρετῆς ἕνε- |
κεν καὶ εὐνο[ί]ας τῆς εἰς τὰς φυλάς· ἐπιμέ- | |
[λ]εσθαι δὲ τῆ[ς] συνόδου καὶ τῆς ἀναγο- | |
[ρε]ύσεως το[ῦ στεφ]άνο[υ τοὺς κ]α[τ’ ἔ]- | |
[τος αἱ]ρουμένους ἐπισκόπο[υ]ς· ἀποσ- | |
25 | [τεῖλ]αι [δ]ὲ αὐτῶι καὶ τ[οῖς] ἀπογόνοις |
[αὐ]τοῦ ἐν ταῖς σ[υνόδοις τ]αύταις τὰ γέρα | |
[κα]θάπερ καὶ τοῖς ἱερεῦσιν· ὃς δ’ ἂν εἴπῃ ἢ <ἐ>πιμη- | |
[νι]εύσῃ τοῦ ἀρθῆναι τὴν σύνοδον ἢ μὴ ἐπιτε- | |
[λ]έσωσιν τὰ ἱερὰ οἱ ἐπίσκοποι ἢ μὴ στεφανώ- | |
30 | [σωσ]ιν τὸν εὐεργέτην ἀποτεισάτωσα[ν] |
[ταῖς] φυλαῖς χρυσοῦς πέντε καὶ ἔστωσ[αν] | |
[ἱερόσ]υλοι· τὸ δὲ ψήφισμα τόδε ἀναγραφῆ[ναι] | |
[εἰς τ]ελαμῶνα λευκοῦ λίθου καὶ ἀνατ[εθῆ]- | |
ναι ἐν τῶι Σαμοθρᾳκίωι. |