[ ] Scythia Minor — Istros-Histria — ca. 150-200 AD — SEG 18.293 — SEG 24.1112
See also:
upper margin.1  ἀγαθῆι                    τύχηι.
lower field.2 ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμωι· Οὔλπιος Δημή-
τριος #⁵⁶ εἶπεν, ἐπιψηφιζομένου Διογένους #⁵⁶ Θεο-
δώρου· ἐπειδὴ Ἄβα Ἑκαταίου τοῦ Εὐξενίδου
5 θυγάτηρ #⁵⁶ γυνὴ δὲ Ἡράκωντος #⁵⁶ Ἀριστομάχου #⁵⁶ γο-
νέων τε ἐπισήμων καὶ προγόνων ἐπιφανεστάτων
οὖσα καὶ οὐδεμίαν φιλοτιμίαν ἢ λειτουργίαν
εὐσχήμονα παρῃτημένων, ἀλλὰ καὶ στεφανη-
φορίας καὶ ἱερωσύνας καὶ ἀρχὰς καὶ ἐπιμελεί-
10 ας καὶ πάσας δημοτελεῖς χορηγίας ἢ καὶ ἐνδό-
ξους ὑπηρεσίας ἀνυπερβλήτως ἐκτετελεκό-
[τω]ν καὶ πάσης ἐξαιρέτου τειμῆς τετυχηκό-
[των], μ̣ικρὸν ἡγησαμένη τὴν ἀπὸ μόνου τοῦ
[γένους με]γαλαυχίαν εἰ μὴ καὶ τὴν ἀπὸ τῆς ἰδίας
15 [πρὸς τὸ]ν δ[ῆμον] εὐποιΐας προσκτήσαιτο δόξαν,
[καὶ δ]ιὰ τοῦτο ἱερ[ωσύ]νην Μητρὸς Θεῶν αὐτεπάγγελ-
[τος ἀν]αλαβοῦσα, οὐ μό[ν]ον ὅσα σεμνῶν γυναικῶν καὶ
[ἱερειῶ]ν καὶ τοῦ παλαιο[ῦ αἰῶν]ος ἦν ἴδια {ν}  μεγαλο-
φρόνως καὶ εὐγενῶς καὶ ε[ὐ]σ[εβῶ]ς ἐτέλεσεν,
20 ἀλλὰ καὶ ὅσαι μεγάλαι τῶν ἀνδρῶν φιλοτ[είμων ἀρ]-
χιερωσύναι ἢ καί τινες ἄλλαι χορηγίαι καὶ τα[ύ]τας [μι]-
μήσασθαι σπουδάσασα· πρῶτον μὲν εὐθὺς τὰς πρώτας
προσόδους καὶ θυσίας καὶ εὐχὰς τοῖς θεοῖς ποιου-
μένη τὴν τοῦ ἔτους ἀρχὴν μετ’ εὐφροσύνης καὶ εὐ-
25 ωχίας μεγαλοπρεποῦς ἐποιήσατο τοῖ[ς μὲ]ν γὰρ
βουλευταῖς πᾶσιν καὶ γερουσιασταῖς καὶ Ταυ-
ριασταῖς καὶ ἰατροῖς καὶ παιδευταῖς καὶ τοῖς ἰδίᾳ
καὶ ἐξ ὀνόματος καλουμένοις ἐκ δύο κατ’ ἄνδρα
δηναρ[ί]ων διανο[μ]ήν, ἣν οὔπω τις ἄλλη πρότερον,
30 ἔδωκεν τοῖς δὲ ἐ[ν] ταῖς φυλαῖς κατὰ πεντηκονταρ-
χίαν διανενεμημ[έ]νοις, ἔτι μὴν καὶ ὑμνῳδοῖς καὶ τέ-
κτωσιν καὶ ἱεροπ[λα]τείταις καὶ Ἡρακλειασταῖς οἰ-
νοπό[σ]ιον, ὅσον οἱ ἐ[πὶ τ]οῖς μεγάλοις ὀνόμασιν φιλοτει-
μούμ[εν]οι, μετὰ [δὲ τοῦ]το πάσῃ νεομηνίᾳ καὶ πά-
35 σαις τα[ῖς ἐ]ν ἑκάσ[τῳ μην]ὶ θυσίαις καὶ ἑορταῖς καὶ πα-
τρίοις εὐ[χαῖς] δ[αψιλέστ]ατα καὶ ἱεροπρεπέστατα
ἐξυπηρέ[τησεν· ὅσα] γὰρ τῆς ἐθίμου ἱεροποιίας ἀνα-
λώματα α[ὐτίκα ἐδέ]ξατο, καὶ ὅσα ὑπὲρ εὐσεβείας ἐ-
πενόει πάν[τα φιλ]οτείμως ἐποίησεν, τῶν μὲν ἀ-
40 ναλωμάτω[ν κατ]αφρονήσασα, τῆς δὲ εὐδοξίας οὐ-
χ ὀλιγωρήσα[σα τ]έλει· καὶ παρεπιδημούντων τι-
νῶν τῶν τε π[ερὶ τὸν] δῆμον δυναμένων καὶ τοῦ
πλήθους ὡς ε[․․․․]ειν[․․․․]εαν αὐτῶν αἰτουμένων
καὶ τῶν μᾶλλ[ον ․․․․․․․․․․․․․․․]ων ἀναδυομένων οὐ-
45 δὲν τούτων [․․․․․․․․․․․․․] ἡμέραν ἣν ἠθέλησεν
ἡ πόλις τῶ[ν ․․․․․․․․] πᾶσιν ἔδωκεν καὶ κα-
θόλου δι’ ὅλ[ου ․․․․․․․․․․]ν καὶ γυναιξὶν φιλο-
τειμοτάτη κ[αὶ ἀξιωτάτη γέ]γονεν· δεδόχθαι ἐπῃ-
νῆσθαι μὲ[ν ἐπὶ τούτοις· ἀναγ]ορεύ[εσ]θαι δὲ καὶ
50 στεφανοῦ[σθαι Ἄβαν Ἑκαταίου ἐν πᾶσιν ἑ]ορταῖς, με[τέ]-
χειν δὲ αὐ[τὴν καὶ τῶν ἄλλων] τειμῶν ΕΥ[․․․․․ καὶ]
εἰκόνων γ[ραπτῶν — — — — — — — — — — — — — —]
[— —]εισγ[— — — — — — — — — — — — — — — — — —]
[— — —]λλ[— — — — — — — — — — — — — — — — —]
55 [— — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us