upper margin.1 | ἀγαθῆι τύχηι. |
lower field.2 | ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμωι· Οὔλπιος Δημή- |
τριος #⁵⁶ εἶπεν, ἐπιψηφιζομένου Διογένους #⁵⁶ Θεο- | |
δώρου· ἐπειδὴ Ἄβα Ἑκαταίου τοῦ Εὐξενίδου | |
5 | θυγάτηρ #⁵⁶ γυνὴ δὲ Ἡράκωντος #⁵⁶ Ἀριστομάχου #⁵⁶ γο- |
νέων τε ἐπισήμων καὶ προγόνων ἐπιφανεστάτων | |
οὖσα καὶ οὐδεμίαν φιλοτιμίαν ἢ λειτουργίαν | |
εὐσχήμονα παρῃτημένων, ἀλλὰ καὶ στεφανη- | |
φορίας καὶ ἱερωσύνας καὶ ἀρχὰς καὶ ἐπιμελεί- | |
10 | ας καὶ πάσας δημοτελεῖς χορηγίας ἢ καὶ ἐνδό- |
ξους ὑπηρεσίας ἀνυπερβλήτως ἐκτετελεκό- | |
[τω]ν καὶ πάσης ἐξαιρέτου τειμῆς τετυχηκό- | |
[των], μ̣ικρὸν ἡγησαμένη τὴν ἀπὸ μόνου τοῦ | |
[γένους με]γαλαυχίαν εἰ μὴ καὶ τὴν ἀπὸ τῆς ἰδίας | |
15 | [πρὸς τὸ]ν δ[ῆμον] εὐποιΐας προσκτήσαιτο δόξαν, |
[καὶ δ]ιὰ τοῦτο ἱερ[ωσύ]νην Μητρὸς Θεῶν αὐτεπάγγελ- | |
[τος ἀν]αλαβοῦσα, οὐ μό[ν]ον ὅσα σεμνῶν γυναικῶν καὶ | |
[ἱερειῶ]ν καὶ τοῦ παλαιο[ῦ αἰῶν]ος ἦν ἴδια {ν} μεγαλο- | |
φρόνως καὶ εὐγενῶς καὶ ε[ὐ]σ[εβῶ]ς ἐτέλεσεν, | |
20 | ἀλλὰ καὶ ὅσαι μεγάλαι τῶν ἀνδρῶν φιλοτ[είμων ἀρ]- |
χιερωσύναι ἢ καί τινες ἄλλαι χορηγίαι καὶ τα[ύ]τας [μι]- | |
μήσασθαι σπουδάσασα· πρῶτον μὲν εὐθὺς τὰς πρώτας | |
προσόδους καὶ θυσίας καὶ εὐχὰς τοῖς θεοῖς ποιου- | |
μένη τὴν τοῦ ἔτους ἀρχὴν μετ’ εὐφροσύνης καὶ εὐ- | |
25 | ωχίας μεγαλοπρεποῦς ἐποιήσατο τοῖ[ς μὲ]ν γὰρ |
βουλευταῖς πᾶσιν καὶ γερουσιασταῖς καὶ Ταυ- | |
ριασταῖς καὶ ἰατροῖς καὶ παιδευταῖς καὶ τοῖς ἰδίᾳ | |
καὶ ἐξ ὀνόματος καλουμένοις ἐκ δύο κατ’ ἄνδρα | |
δηναρ[ί]ων διανο[μ]ήν, ἣν οὔπω τις ἄλλη πρότερον, | |
30 | ἔδωκεν τοῖς δὲ ἐ[ν] ταῖς φυλαῖς κατὰ πεντηκονταρ- |
χίαν διανενεμημ[έ]νοις, ἔτι μὴν καὶ ὑμνῳδοῖς καὶ τέ- | |
κτωσιν καὶ ἱεροπ[λα]τείταις καὶ Ἡρακλειασταῖς οἰ- | |
νοπό[σ]ιον, ὅσον οἱ ἐ[πὶ τ]οῖς μεγάλοις ὀνόμασιν φιλοτει- | |
μούμ[εν]οι, μετὰ [δὲ τοῦ]το πάσῃ νεομηνίᾳ καὶ πά- | |
35 | σαις τα[ῖς ἐ]ν ἑκάσ[τῳ μην]ὶ θυσίαις καὶ ἑορταῖς καὶ πα- |
τρίοις εὐ[χαῖς] δ[αψιλέστ]ατα καὶ ἱεροπρεπέστατα | |
ἐξυπηρέ[τησεν· ὅσα] γὰρ τῆς ἐθίμου ἱεροποιίας ἀνα- | |
λώματα α[ὐτίκα ἐδέ]ξατο, καὶ ὅσα ὑπὲρ εὐσεβείας ἐ- | |
πενόει πάν[τα φιλ]οτείμως ἐποίησεν, τῶν μὲν ἀ- | |
40 | ναλωμάτω[ν κατ]αφρονήσασα, τῆς δὲ εὐδοξίας οὐ- |
χ ὀλιγωρήσα[σα τ]έλει· καὶ παρεπιδημούντων τι- | |
νῶν τῶν τε π[ερὶ τὸν] δῆμον δυναμένων καὶ τοῦ | |
πλήθους ὡς ε[․․․․]ειν[․․․․]εαν αὐτῶν αἰτουμένων | |
καὶ τῶν μᾶλλ[ον ․․․․․․․․․․․․․․․]ων ἀναδυομένων οὐ- | |
45 | δὲν τούτων [․․․․․․․․․․․․․] ἡμέραν ἣν ἠθέλησεν |
ἡ πόλις τῶ[ν ․․․․․․․․] πᾶσιν ἔδωκεν καὶ κα- | |
θόλου δι’ ὅλ[ου ․․․․․․․․․․]ν καὶ γυναιξὶν φιλο- | |
τειμοτάτη κ[αὶ ἀξιωτάτη γέ]γονεν· δεδόχθαι ἐπῃ- | |
νῆσθαι μὲ[ν ἐπὶ τούτοις· ἀναγ]ορεύ[εσ]θαι δὲ καὶ | |
50 | στεφανοῦ[σθαι Ἄβαν Ἑκαταίου ἐν πᾶσιν ἑ]ορταῖς, με[τέ]- |
χειν δὲ αὐ[τὴν καὶ τῶν ἄλλων] τειμῶν ΕΥ[․․․․․ καὶ] | |
εἰκόνων γ[ραπτῶν — — — — — — — — — — — — — —] | |
[— —]εισγ[— — — — — — — — — — — — — — — — — —] | |
[— — —]λλ[— — — — — — — — — — — — — — — — —] | |
55 | [— — — — — — — — — — — — — — — — — — — — — —] |
IScM I
57