[ ]
Scythia Minor — Istros-Histria — ca. mid-1st c. BC — Syll.³ 708 — cf. SEG 55.789; 793
frg. A | {²quinque coronae laureae}² |
1 | τύχῃ ἀγαθῇ. ἱερωμένου Ἀρισταγόρου τοῦ Ἀπατουρίου τὸ τέταρτον, μηνὸς Ἀρτεμει- |
σιῶνος δεκάτῃ ἱσταμένου, ἐπιμηνιεύοντος τῆς ἐκκλησίας Ἀθη- | |
νάδου τοῦ Ἀπολλοδώρου, Ξενοχάρης Ἑκαταίου εἶπεν· ἐπειδὴ Ἀρι- | |
σταγόρας Ἀπατουρίου, πατρὸς γεγονὼς ἀγαθοῦ καὶ προγόνων εὐερ- | |
5 | γετῶν καὶ ἱερημένων τῶν θεῶν πάντων, καὶ αὐτὸς στοιχεῖν βουλό- |
μενος καὶ τοῖς ἐκείνων ἴχνεσιν ἐπιβαίνειν, κατελθὼν εἰς τὴν πατρί- | |
δα μετὰ τὴν κατασχοῦσαν τὴν πόλιν περίστασιν, ἀτειχίστου τῆς | |
πόλεως ὑπαρχούσης καὶ κινδυνευόντων πάλιν τῶν πολειτῶν μ[ε]- | |
τὰ γυναίων καὶ τέκνων, ταγεὶς ὑπὸ τῶν πολειτῶν τειχοποιὸς ἀνδρη[ό]- | |
10 | τατα μὲν καὶ γνησιώτατα τῆς ἐπιμελήας τῶν ἔργων προέστη, οὔτε |
σωματικῶν πόνων οὔτε τινὸς τῶν εἰς τὴν οἰκοδομίαν ἐνηκόντων λ[ει]- | |
φθείς, τῆς τε πατρίδος ὀχυρωθείσης καὶ κατὰ μέρος τῶν πολειτῶν ἀ- | |
πὸ τῆς βαρβάρου καταπορευομένων εἰς τὴν πόλιν τισὶν μὲν δεξιῶς ἀπ[αν]- | |
τῶν τῶν κρατούντων τῆς χώρας βαρβάρων, τισὶν δὲ τῶν πολειτῶν ε[ἰς] | |
15 | λύτρα προτιθεὶς ἔδειξεν ἑαυτὸν πρὸς πᾶσαν ἀπάντησιν τῶν σωζο[μέ]- |
νων εὐομείλητον, πλεῖστά τε συναλλάγματα πολείταις ἅμα κ[αὶ] | |
ξένοις ποιησάμενος πρὸς πάντας ἀφιλαργύρως ὑπεστήσατο, [τῇ] | |
τε ἡλικίᾳ προκόπτων καὶ προαγόμενος εἰς τὸ θεοσεβεῖν ὡς ἔπρεπεν αὐ- | |
τῷ πρῶτον μὲν ἐτείμησεν τοὺς θεούς, Διὸς τοῦ Πολιέως ἀναλαβῶν | |
20 | στέφανον καὶ ἱερησάμενος εὐαρέστως ὑπὸ πάντων ἐπῃνήθη τῶν πο- |
λειτῶν, εἶτα παραγεν[ηθε]ὶς ἐπάγγελτος καὶ τὸν ἐπώνυμον τῆς πόλεως | |
Ἀπόλλωνος ἀναδεξάμ[ενο]ς στέφανον πανηγύρεσι πανδήμοις καὶ πομπαῖ[ς] | |
[ἱε]ροπρεπέσιν καὶ φυλῶν ἐπιδόσεσιν τοὺς θεοὺς καὶ τὴν πόλιν ἐτείμ[η]- | |
σεν, τοῦτο βουλόμενος ἐμφαίνειν, ὅτι τοῖς εὐσεβέστατα καὶ κάλλιστα | |
25 | πολειτευομένοις καὶ παρὰ θεῶν τις χάρις καὶ παρὰ τῶν εὐεργετηθέν- |
των ἐπακολουθεῖ· πάλιν τε τῶν πολειτῶν μετὰ ἔτη τρία διὰ τὰς τῶν | |
κρατούντων τῆς χώρας βαρβάρων ἐπισυνστάσεις ἐπιζητούντων ἱερέα | |
Ἀπόλλωνος Ἰητροῦ, τεθλειμμένων τῶν ἰδιωτικῶν βίων, ἐπέδωκεν ἑαυ- | |
τὸν καὶ παρελθὼν εἰς τὴν ἐκκλησίαν ἀνέλαβεν τὸν αὐτὸν στέφανον τοῦ | |
30 | θεοῦ, διπλασιάζων ἑαυτῷ καὶ τὰς παρὰ τῶν θεῶν καὶ τὰς παρὰ τῶν εὐ- |
εργετουμένων χάριτας· καὶ τὸ τρίτον τῶν αὐτῶν καιρῶν τήν τε πόλιν | |
καὶ τὴν χώραν κατεχόντων ὁ αὐτὸς τελήας βουλόμενος τὰς τῆς εὐσεβ[ή]- | |
ας χάριτας τοῖς θεοῖς ἀπονέμειν ἅμα καὶ τῶν ἰδίων ἀπὸ τοῦ βίου δαπαν[η]- | |
μάτων τοῖς πολείταις ὡς ὁμοίως δαψιλεύεσθαι ἱερήσατο· μετὰ ἐνια[υ]- | |
35 | τόν τε μηδενὸς ἑαυτὸν ἐπιδιδόντος, τὸν αὐτὸν ἀναλαβὼν στέφανον |
ἱερήσατο, οὐδενὸς φεισάμενος οὔτε τῶν πρὸς τοὺς θεοὺς οὔτε τῶν πρὸ[ς] | |
τοὺς πολείτας δικαίων· ἐφ’ οἷς συνέβη τήν τε πόλιν εὐσταθεῖν καὶ τοὺς πο- | |
λείτας σώ[ζ]εσθαι, ταγείς τε ἀγορανόμος εἰς ἐνιαυτὸν ἠγορανόμησεν ὡ[ς] | |
ἔπρεπεν ἀνδρὶ καλῷ καὶ ἀγαθῷ παραπολῶν σεῖτον ἅμα καὶ οἶνον καὶ τῶ[ν] | |
40 | λοιπῶν ὠνίων τὰς τειμὰς καθαίρων λυσιτελέστατα τοῖς πολείταις, κα[ὶ] |
τυχὼν ἐνκωμίου διὰ ταῦτα κατέστησεν οἰκοδομήσας ἀγορανόμιον ἀπὸ [ἰ]- | |
δίων δαπανημάτων· ἐφ’ οἷς ὁ δῆμος ἀποδεξάμενος αὐτοῦ τὴν καλο- | |
[κἀ]γαθίαν ἔταξεν αὐτὸν ἀγορανόμον εἰς ἄλλα ἔτη δύο, ἐν οἷς εὐδοκίμ[η]- | |
[σεν] τοῖς προγεγραμμένοις ὁμοίως. πρεσβήας τε πολλὰς ὑπὲρ τῆς πό[λε]- | |
45 | [ως π]ρεσ[β]εύσας κατὰ τὸ συμφέρον τοῖς πολείταις διεπράξατο πρὸς |
[τοὺς κρατοῦντας] τῆς χώρας καὶ τοῦ ποταμ[οῦ βαρβάρους — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
frg. B | [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |
47 | [— — — — — — — — — — — —]ΥΡ[— — — — — — — — — — — — — — — — — — —] |
[— — — — — — — — — — — —]ΕΙΝ[— — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — —]ΑΙΣΙΑ[— — — — — — — — — — — — — — — — — —] | |
50 | [— — — — — — — — ποιη]σάμενος ΕΜΕΟ[— — — — — — — — — — — — — — —] |
[— — — — — — — — — — —] ἑκάστῳ αὐτῶν [— — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — —]ΔΙΑ δεδόχθα[ι τῇ βουλῇ καὶ τῷ δήμῳ ἐπαινέσαι] | |
[μὲν ἐπὶ τούτοις Ἀρισταγ]όραν Ἀπατου[ρίου — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — —]λλοντος Ι[— — — — — — — — — — — — — — —] | |
55 | [— — — — — τὸν ἀπὸ προγόνω]ν εὐεργέτη[ν ὄντα — — — — — — — — — — — —] |
[— — — — — — — — — — — τὸ] δὲ ψήφισμ[α τόδε ἀναγράψαι — — — — — — —] | |
[— — — — — καὶ ἀναθεῖναι ἐ]ν τῷ ἐπιφ[ανεστάτῳ τόπῳ — — — — — — — — —] | |
[— — — — — — — — — — — — δε]δόχθ[αι — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |