[ ]
Scythia Minor — Istros-Histria — 3rd c. BC — SEG 24.1099
[— — — — — — — — — — — — — — — — — — —] | |
1 | [․․․ τῆ]ι πόλει ΕΙΑ․ΣΑΙ τὸν εὐεργέ[την· ἐφ’ οἷς αὐ]- |
[τὸ]ν ἐτίμησεν ὁ δῆμος τιμαῖς [ταῖς καθηκού]- | |
[σ]αις· νυνί τε χρείαν ἐχούσης τ[ῆς πόλεως χρ]- | |
[η]μάτων, ὅπως ὑπάρξηι σίτ[ου παράθεσις εἰς τρο]- | |
5 | [φὴ]ν καὶ σωτηρία[ν] τοῦ δήμου, ἐπε[λθὼν ἐπὶ τὴ]- |
[ν β]ουλὴν καὶ τὴν ἐκλη[σ]ί[α]ν [ἐ]πηγ[γείλατο] | |
[χρ]υσοῦς χιλίους εἰς ἐνιαυτόν, ἐπιδ[οὺς καὶ τὸν] | |
[τ]όκον τὸν γινόμενον τῶι δήμωι ε[ἰς ἐπευω]- | |
[ν]ισμὸν τοῦ σίτου [τ]οῦ ἀγορασθη[σομένου δι]- | |
10 | [ὰ] τῆς ἐπαγγε<λ>ίας· δεδόχθαι τῶ[ι δήμωι ἐ]- |
παινέσαι Διονύσιον Στρουθίων[ος ἐπὶ τού]- | |
[τοι]ς καὶ ἀναγράψαι εὐεργέτην τοῦ [δήμου], | |
[στ]ῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆ[ν ἐν τῆι] | |
[ἀγο]ρᾶι παρὰ τὸν Δῆμον καὶ τὰς εἰκόν[ας τὰς] | |
15 | [παρεστώ]σα[ς αὐ]τῶ[ι· τὸ] δὲ ἀνάλ[ωμα δοῦναι] |
[μὲν τὸν οἰκονόμο]ν [μερίσα]ι δ[ὲ τ]οὺς μερ[ιστάς]. | |
[— — — — — — — — — — — — — —]ΙΟ[— — — — —] | |
[— —]ΩΣ[— —]ΑΣΙΝ[— —]Α[— — — — — — — αὐτ]- | |
ῶι ἀρετῆς ἕνεκεν καὶ εὐνο[ία]ς τῆς [εἰς τὸν δ]- | |
20 | ῆμον· δεδόσθαι δὲ αὐτῶι καὶ ἐκγόν[οις ἀεὶ] |
[τῶ]ι πρεσβυτάτ[ω]ι τῶν ὄντων ἱερωσύ[νην δη]- | |
[μ]οσίαι θεῶν τῶν ἐν Σαμοθράικηι καὶ στε[φανη]- | |
φορίαν καθάπερ καὶ τοῖς ἄλλοις ἱερεῦ[σιν ὅπως] | |
καὶ οἱ λοιποὶ φι[λ]οτι[μό]τεροι γ[ίν]ωνται εἰδό[τες] | |
25 | ὅτι ὁ δῆ[μος] τιμᾶι [τ]οὺ[ς ἀγ]αθοὺς τῶν ἀν[δρῶν], |
ἀποδιδ[οὺ]ς χάριτ[ας ἀξία]ς τῶν εὐεργ[ετημά]- | |
των· ἀναγράψαι δ[ὲ τ]οὺς ἡ[γ]εμόνας [τὸ ψήφισ]- | |
μα τόδε ἐπὶ μὲν τοῦ παρ[ό]ν[τ]ος εἰς [τελαμῶ]- | |
να λευκοῦ λίθου καὶ [στ]ῆσα[ι] παρὰ τὸ[ν βωμὸν] | |
30 | [τ]ῶν θε[ῶν] τῶν ἐν Σα[μ]οθ[ρά]ικηι· σταθ[έντος δὲ] |
[τ]οῦ ἀνδριάν[τ]ος καὶ εἰς τὴν [β]άσιν το[ῦ ἀνδριάν]- | |
[το]ς· ἀν[αγορεῦσα]ι τὸ ψήφισμα καὶ Ε[— — — — —] | |
[— — — — — — — — —]ΟΝΟΕ[—] καὶ [— — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — —] |