1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπιμηνιεύοντος Δι- |
[ον]υσίου τοῦ Βιάνορος, Ἀπολλώνιος Κλεομβρότου εἶ[π]- | |
[ε]ν· ἐπειδὴ Ἀγαθοκλῆς Ἀντιφίλου, πατρὸς ὢν εὐεργ- | |
[έ]του, ἀνὴρ καλὸς καὶ ἀγαθὸς ὢν διατελεῖ περὶ τὴν π[ό]- | |
5 | λιν καὶ τοὺς π[ο]λίτας, πρόθυμον ἑαυτὸν παρεχόμενο[ς] |
[ἐ]μ πᾶσι τοῖς τῆς πόλεως καιρ̣οῖς ἔν τε ταῖς ἀρχαῖς κα[ὶ] | |
ταῖς ἐπιμελείαις καὶ συνεδρ̣είαις λέγων καὶ πράσσ[ων] | |
ἀεὶ τὰ βέλτ[ισ]τα δι[α]τελεῖ τῶι δήμωι· τῆς τε [πόλεως] | |
οὔσης ἐν τα[ρ]αχῆι καὶ πειρατευ[όν]των Θραικῶν οὐκ [ὀλί]- | |
10 | γων τήν τ̣[ε χ]ώραν καὶ τὴν [πόλ]ι[ν], τ[ῶ]ν δ[ὲ θ]ερῶν ὄντ[ων] |
[ὑ]πογύων καὶ τῶν πολιτῶν ἐν ἀγωνίαι καθεστώτ[ων], α[ἱρε]- | |
[θ]εὶς τοξάρχης καὶ λαβὼν στρατιώτας μισθοφόρους [δι]ε[φύ]- | |
λαξε τήν τε χώραν καὶ τὰ θέρη ἐποίησε[ν] τοὺς πολίτ[ας] | |
[ἀ]βλαβῶς συναγαγεῖν· Θραικῶν τε τῶν̣ πε[ρὶ] Ζ[ολτην με]- | |
15 | [τ]ὰ̣ στρατοπέδου μείζον[ος π]αραγ[ιν]ομέ̣[νων εἴς τε τὴν] |
Σκυθίαν καὶ τὰς [Ἑ]λληνίδας πόλεις τὰς [τασσομένα]ς ὑπ[ὸ βασι]- | |
λέα Ῥημαξον, α<ἱρ>εθεὶς πρεζβευτὴς {²⁶πρεσβευτὴς}²⁶ ἀπ̣ε[δήμησ]εν [διὰ τῆς] | |
πολεμίας ἔθνη πλείονα διελθὼν ο[ὐδένα κίν]δυνον ὑπ[οστει]- | |
[λ]άμενος καὶ ἔπεισε τοὺς βαρβάρ̣ους μ[ὴ μόν]ον [μὴ βιά]- | |
20 | σασθαι τὴν πόλιν ἡμῶν, ἀλλὰ καὶ [τὰ κ]τ̣[ή]ν[η τὰ πρ]ότε[ρ]ον ὑπ[ὸ πει]- |
ρατῶν συ̣[ν]απηγμένα τῶι̣ [δήμωι ἀποδοῦ]ναι [․․․ ὑπὸ Ζο]λτ[ην {²Ζ[․]ΛΤ, (facs.)}² τε]- | |
ταγμένων ἀναζητήσα[ν]τας [ἀνασῶισαι π]άντα· [κα]ὶ μ[ετὰ] | |
[τ]ούτων ἔσπευσεν αὐτοὺς Γ[․․․10-12․․․]ΕΙΣΙΑ[․]ΜΗ[․․]ΣΙ[․․] | |
τὴν πόλιν δοῦναι πέντ[ε τ(άλαντα)? ὥ]στ[ε] συνθέσθαι πρὸς τὴν [πό]- | |
25 | λιν ὑπὲρ β̣ίου· μετὰ δὲ ταῦτα, ἐμβ[αλό]ν̣των αὐτῶν εἰς τὴν χ[ώρ]- |
αν καὶ Βιζώνην μὲν πολιορκούντων τήν τε χώραν πορθο[ύν]- | |
των, τῶν δὲ θερῶν ἡμῖν ὄντων ὑπογύων, αἱρεθεὶ[ς] | |
πρεζβευτὴς καὶ ἀπο{ι}δημήσας {²⁶ἀποδημήσας}²⁶ ἐπὶ τὸ στρα[τό]- | |
[π]εδον, τῶν πολιτῶν αὐτῶι πρόσταγμα δόντων κ̣[α]- | |
30 | τὰ τρόπον ἐξαγοράζειν τὴν χώραν καὶ τὰ θέρη, ἔπεισ[ε] |
Ζολτην καὶ τοὺς Θρᾶικας, [ἀ]πὸ χρυσῶν ἑξ[ακ]οσίων μ[ὴ ἐμ]- | |
[βα]λε<ῖ>ν εἰς τὴν χώραν μήτε ἐγγῖσαι τῆς πόλεως, δι’ [ὃ] συνέ[βη τοὺς] | |
[π]ολίτας [κ]υριεῦσαι πάντων [τ]ῶν ἀπὸ τῆς χώρας καρ̣[πῶν· πά]- | |
λιν δὲ αἱρεθεὶς πρ[ε]ζ[β]ευτὴς εἰς τὴν Θράικην κα̣[ὶ πρὸς] | |
35 | [τὸ]ν ἄρχοντα αὐτῶν Ζ[ολ]τη[ν], ἀ[νε]νεώσατ[ο] μ̣[ὲν] τὰ[ς γε]- |
[γε]νημένας ὁμολογίας καὶ συνθήκ̣[ας πρὸς α]ὐτούς· αἰσθόμεν- | |
[ος] δὲ συναγωγήν τινα γινομένη[ν πειρ]ατῶν πλειό[ν]ων, ἐν[έ]- | |
[δει]ξεμ μ̣ὲν τῶι Ζολτηι, ἐνεφάνισεν̣ [δ’ ἀνε]λθὼν καὶ τοῖς πολ[ί]- | |
[ταις, δ]ι’ ὃ συνέβη τὴν ἐπιβουλὴν αὐτ[ῶν] ἄ[π]ρακτον [γ]ενέσ[θαι]· | |
40 | [παραβά]ν[τ]ων δὲ τῶν Θρ[αι]κῶν τοὺς ὅ[ρκ]ους καὶ τὰς ὁμο[λογίας] |
[καὶ π]οιο[υ]μένων ἐπιδρομ[ὰς] συνεχε[ῖ]ς, αἱρεθεὶς ὑπὸ τοῦ [δή]- | |
[μο]υ στρα[τη]γὸς ἐπὶ τῆς [χώ]ρας [αὐ]τοκράτωρ, λαβὼν τῶ̣[ν τε] | |
[π]ολιτῶν ἐ[θελ]οντὰς στρατιώτας καὶ τῶν συμφευγόν[των] | |
[β]αρβάρων ε[ἰς τὴ]ν̣ πόλιν, διετήρησεν ἀσφαλῶς τήν τε χώρα[ν] | |
45 | [κ]αὶ τὰ κτήν[η καὶ τὰ] θέρη μέχρι τῆς διαβάσεως τῆς το[ῦ] |
[βα]σιλέως Ῥη[μαξου]· διαβάντος τε τοῦ βασιλέως εἰς τὸ [πέ]- | |
[ρα]ν, φυλακὴν δ[ὲ διὰ τὸ δέ]ος οὐ καταλιπόντος, ἀποστείλ[αν]- | |
[το]ς δὲ ἀγγέλου[ς καὶ ἀπ]αιτοῦντος τὸν φόρον, τῆς χώρα[ς] | |
[οὔ]σης ἐμ πολέμωι, αἱρε[θεὶ]ς̣ πρεζβευτὴς καὶ ἀποδημήσα[ς] | |
50 | [κα]τὰ πλοῦν, ἔπεισε τὸν [βασι]λέα Ῥημαξον δοῦναι εἰς [προ]φυλ[α]- |
[κὴν ἱ]ππεῖς ἑκα{ι}τόν {²⁶ἑκατόν}²⁶· ἐφόδου δ[ὲ μ]είζονος τῶν Θραικῶν προσ- | |
[πεσ]ο̣ύσης το[ῖ]ς προφύλαξιν κ[αὶ ἀ]ναχωρησάντων αὐτῶν | |
[εἰς τὸ π]έραν διὰ τὸμ [φό]βον, τῆ[ς τ]ε̣ χώρας οὔσης ἀφυλάκτου, αἱρ- | |
[εθεὶς] πρεζβευτὴς πρὸς τὸν υ[ἱὸ]ν τοῦ βασιλέως Φραδ[μονα], | |
55 | [ἔπεισεν α]ὐτὸν δοῦναι προφυλ[ακὴ]ν ἱπ[πέ]ων ἑξακοσίων· οὗ[τοι] |
[δὲ ὑπερέχο]ντες τῶν στρατοπ[έδ]ω[ν κατεν]ίκων τόν τε [ἄρχον]- | |
[τα αὐτῶν Ζο]λτην κα[ὶ] π[․․․9-10․․․]ΟΣ Θραικῶν [— — — —] | |
[— — — — — — — — — — — — — — — — — — — —]ΓΕ[— — — — —] |
IScM I
15