[ ]
Scythia Minor — Istros-Histria — 3rd c. BC — SEG 18.289
1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δ[ήμωι]· |
ἐπιμηνιεύοντος Δ[ιο]νυσί[ου τοῦ] | |
[Ἱ]έρωνος, οἱ ἄρχοντε[ς εἶπαν]· | |
ἐπειδὴ Ἡφαιστίων Μ[άτριος] | |
5 | Καλλατιανός, ὀφειλομ[ένου] |
[α]ὐτῶι πα[ρ]ὰ τῆι πόλει δαν[είου πα]- | |
τρικοῦ χρυσῶν τριακοσ[ίων κα]- | |
[τ]ὰ συγγραφ[ὴ]ν ἐξ ἐτῶν π[λειόνων] | |
καὶ τόκων ἐπιγενομένω[ν οὐκ ὀλί]- | |
10 | γων, ἀνὴρ καλὸς καὶ ἀγα[θὸς γε]- |
νόμενος καὶ συμπεριε[νεγχθεὶς] | |
τοῖς τῆς πόλεως καιροῖ[ς, τοὺς] | |
μὲν τόκους παρῆκεν, χρ[υσοῦς] | |
τετρακοσίους, τὸ δὲ [ὀφει]- | |
15 | λόμενον κατὰ τὴν συγγ[ραφήν], |
χρυσοῦς τριακοσίους, σ[υνετά]- | |
ξατο κομιεῖσθαι ἀτόκου[ς ἐν ἔτε]- | |
σιν δυσίν, ἐπῃνῆσθαι ἐπὶ το[ύτοις Ἡ]- | |
φαιστίονα Μάτριος Καλλα[τιανὸν] | |
20 | [— — — — — — — — — — — — — —] |