[ ]
Scythia Minor — Istros-Histria — 3rd c. BC — SEG 18.288
| {²corona}² {²corona}² {²corona}² | |
| 1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπιμηνι- |
| εύοντος Θεοκρίτου, Πυθοτέλης Ἀρχελό- | |
| χου εἶπεν· ἐπειδὴ Διόδωρος Θρασυκλέ- | |
| ους, Πρόκριτος Φερεκλέους, Κλέαρχος | |
| 5 | Ἀριστομάχου ταχθέντες πρέσβεις |
| ὑπὲρ τῶν ὁμήρων πρὸς Ζαλμοδεγι- | |
| κον ἀπεδήμησάν τε διὰ τῆς πολε- | |
| μίας πάντα κίνδυνον ὑπομείναν- | |
| τες καὶ πᾶσαν προθυμίαν παρασχό[με]- | |
| 10 | νοι ἐκομίσαντο τοὺς ὁμήρους, ὄντα[ς] |
| πλείους ἢ ἑξήκοντα, καὶ τὰς προσόδου[ς] | |
| συνέπεισαν ἀποδοῦνα[ι α]ὐτὸν τῶι δή- | |
| μωι, δεδόχθαι τῆι βου[λ]ῆι [κα]ὶ τῶι δήμωι | |
| ἀναγράψαι αὐτοὺς καὶ ἐκγόνους εὐεργέ- | |
| 15 | τας τοῦ δήμου καὶ στ[ε]φανοῦσθαι αὐ- |
| τοὺς καὶ ἐκγόνους ἐμ πᾶσι τοῖς θεάτροις | |
| χρυσῶι στεφάνωι δι’ ἀνδραγαθίαν καὶ | |
| εὔνοιαν τὴν εἰ[ς] τὸν δῆμον, ὅπως φιλο- | |
| τιμῶνται καὶ οἱ ἄλλοι περὶ τὴν πόλιν εἰδό- | |
| 20 | τες ὅτι ὁ δῆ[μος] τιμᾶι τοὺς ἀγαθοὺς ἄν- |
| δρας· ἀναγράψαι δὲ τοὺς ἡγεμόνας τὸ ψή- | |
| φισμα εἰς [στήλας δ]ύο καὶ στῆσαι τὴμ μὲν | |
| [ἐ]ν τῆι ἀγορ[ᾶι πρ]ὸ τῆς στοᾶς, τὴν δὲ πρὸ τοῦ | |
| [β]ωμοῦ τοῦ Διὸ̣ς̣ τοῦ Πολιέως. |