[ ] Scythia Minor — Tomis (Constanța) — early 4th c. AD — SEG 24.1075 — IScM II 384
above relief.1            ὑπόμνημα.
below relief.2 οὐδὲν ἐπ’ ἀνθρώποις, Μύραις δ’ ὕπο
       πάντα κυκλεῖται. |
καὶ γὰρ ἐγὼ σπεῦδον θρέψαι τέκνον
5        καὶ εἰς ἐλπίδας ἄγεσθαι, |
ἀλλ’ ἐμέο βουλὴν κρίσις ἔφθασεν
       οὕνεκα τύμβω. |
ὡς κρίσις ἐσ[τὶ] φίλοι μου γῇ τὸ
       χρε[ὼ]ν ἀπέτισα, |
10 πρὶν [μὲ] μολεῖν μέτρον ἡλικίης
       καὶ εἰς ἄνδρας ἡκέσθαι. |
παῖς ὢν ἑξαετὴς τυτθὸς νέκυς
       Λίλλας ἐκαλούμην. |
ὧ τάφον οὐχ ὁσίως Βασσιανὸς
15        γενέτης ἀνέγειρα, |
σὺν γαμετῇ Ἰανβαρίᾳ τῇ πολυ-
       δακρυτάτῃ ❦ |
μυρόμενοι παιδὸς τὴν
       ἀπαθῆ γένεσιν. ❦ |
20  χαίροις, ὦ παροδεῖτα,
 καὶ ὑγιένοις πάλιν ❦
        ἄλλοις. ❦
Search Help
Contact Us