[ ] Thrace — Pistiros (Vetren) — after 359 BC — BCH 118 (1994) 1-15
[— — — — — — — — — — — — — — —]
1 [․․․․․․․․c.20․․․․․․․․]ΙΚΙ#⁷[— —]
[․․․․c.12․․․․]ΔΕΝΝΥ․․Η εἰ δὲ ․․
[․c.4․ ὀμνύτ]ω τὸν Διόνυσογ καὶ
[․c.4․] ὀφειλέτω· ὅ τι ἂν δέ τις τῶν
5 [ἐμπ]οριτέων ἐπικαλῆι ὁ ἕτερος τ-
[ῶι ἑ]τέρωι κρίνεσθαι αὐτοὺς ἐπὶ τ-
[οῖς] συγγενέσι καὶ ὅσα ὀφείλετα[ι]
τοῖς ἐμπορίταις παρὰ τοῖς Θραιξ-
[ί]ν, τούτωγ χρεῶν ἀποκοπὰς μὴ
10 ποιεῖγ· γῆγ καὶ βοσκὴν ὅσην ἔχουσ-
ιν ἐμπορῖται, ταο͂τα μὴ ἀφαιρεῖ-
[σθ]αι· ἐπαυλιστὰς μὴ πέμπειν το-
[ῖς] ἐμπορίταις· φρουρὴμ μηδεμίαν
εἰς Πίστιρον καταστῆσαι μήτε α-
15 [ὐτ]ὸμ μήτε ἄλλωι ἐπιτρέπειν·
[κλ]ήρους Πιστιρηνῶμ μὴ ἀλλ-
[άσσ]ειμ μηδὲ ἄλλωι ἐπιτρέπειν·
[τὰ] τῶν ἐμποριτέωμ μηδὲ αἴρε-
[σθ]αι μήτε αὀτὸμ μήτ[ε το]ὺς ἑ-
20 [αυτ]οῦ· τέλεα κατὰ τὰς ὁδοὺς
μὴ πρήσσειν, ὅσα εἰς Μαρώνεια[ν]
[εἰσ]άγεται ἐκ Πιστίρου ἢ ἐκ τῶν ἐ-
[μ]πορίων ἢ ’γ {²⁶ἐκ}²⁶ Μαρωνείης εἰς Πίστ-
[ιρ]ον ἢ τὰ ἐμπόρια Βελανα Πρασε-
25 [νω]ν· τοὺς ἐμπορίτας τὰς ἁμάξ-
[ας] κ̣αὶ ἀνοίγειγ καὶ κλείειν ∙ ἅμα
[καθ]άπερ καὶ ἐπὶ Κότυος ∙ ἄνδρα Μ-
[αρω]νίτην οὐ δήσω οὐδὲ ἀποκτ-
[ενέ]ω οὐδὲ ἀφαιρήσομαι χρήμα-
30 [τα] οὔτε ζῶντος οὔτε ἀποθανόν-
[τος] οὔτε αὐτὸς οὔτε τῶν ἐμῶν
[οὐ]δείς· οὐδὲ Ἀπολλωνιητέων, οὐδ-
[ὲ Θ]ασίων, ὅσοι ἐμ Πιστίρωι εἰσί[ν],
[οὔ]τε ἀποκτενέω οὐδένα, οὔτε
35 [δήσω] οὔτε ἀφαιρήσομαι χρήμα-
[τα οὔτε] ζῶντος οὔτε ἀποθανό-
[ντος οὔτε] αὐτὸς οὔτε τῶν ἐμῶν
[οὐδείς· εἴ τις] τῶν οἰκητόρων
[․․․․c.14-16․․․․] τῶν οὗ ὁ ἐμπορ-
40 [․․․․c.14-16․․․․]ον εἰσὶν ΑΙΜ-
[․․․․c.14-16․․․․]ν, ἐὰμ μὴ ΑΜ-
[․․․․c.14-16․․․․ τ]ις ἀδικῆι τὸ-
[ν δεῖνα {²⁷το|[ὺς δεῖνας]}²⁷ —]τε ΕΥΩΑΛΛΑ
[— — — — — — ἀναδο]χεὺς {²⁷[ἀποδο]χεὺς}²⁷ τὴν ἐπ-
45 [․c.5-6․ δι’ ἑκαστ]οῦ ἐνιαυτοῦ
[— — — — — — — — —]Α vacat
Search Help
Contact Us