[ ]
Thrace — Maroneia — ca. 167 BC — Thrakike Epeteris 4 (1983) 419-449
| [— — — — — — — — — — — — — — — — — — — —] | |
| 1 | [ἱ]ερέω̣[ς Διὸς καὶ Ῥώμης Διονύσου καὶ Μάρωνος] |
| πρεσβε[υσάντων δεῖνος τοῦ δεῖνος], | |
| Ἐπιγόνου το̣[ῦ δεῖνος, δεῖνος τοῦ] | |
| Μητροφάνου, [․]ο̣[— — τοῦ δεῖνος, δεῖνος] | |
| 5 | τοῦ Ἀθήνεω, Ἀγαθοκ̣[λέους τοῦ δεῖνος], |
| Πυθίωνος τοῦ Ἡραγόρου̣ [ποιεῖν τὸν δῆμον τὸν] | |
| Ῥωμαίων καὶ τὸν δῆμον τὸν [Μαρωνιτῶν καὶ] | |
| Αἰνίων τοὺς κεκριμένους ὑπὸ Λευκίο[υ Παύλου] | |
| ἐλευθέρους καὶ πολιτευομένους με[τ’ αὐ]- | |
| 10 | τῶν· φιλία καὶ συμμαχία καλὴ ἔστω καὶ κατὰ |
| γῆν καὶ κατὰ θάλασσαν εἰς τὸν ἅπαντα χρόνον, | |
| πόλεμος δὲ μὴ ἔστω· ὁ δῆμος ὁ τῶν Μαρων[ι]- | |
| τῶν τοὺς πολεμίους καὶ ἀντιπολεμίους τοῦ | |
| δήμου τοῦ Ῥωμαίων διὰ τῆς ἰδίας χώρας καὶ ἧς | |
| 15 | [ἂν] α̣ὐτοὶ κρατῶσιν μὴ διιέτωσαν δημοσίαι βου̣- |
| λῆι δόλωι πονηρῶι, ὥστε τῶι δήμωι τῶι Ῥω- | |
| μαίων καὶ τοῖς ὑπ’ αὐτοὺς τασσομένοις πόλεμον̣ | |
| ἐκφέρωσιν, μήτε αὐτοὺς σίτωι μήτε ὅπλοις μή̣- | |
| τε ναυσὶν μήτε χρήμασιν χορηγείτωσαν δημοσ[ίαι] | |
| 20 | βουλῆι δόλωι πονηρῶι, ὥστε τῶι δήμωι τῶι Ῥω- |
| μαίων πόλεμον ἐκφέρωσιν· ὁ δῆμος ὁ τῶν Ῥωμαί- | |
| ων τοὺς πολεμίους καὶ ἀντιπο̣λεμίους τοῦ δήμου | |
| τοῦ Μαρωνιτῶν διὰ τῆς ἰδίας χώρας καὶ ἧς ἂν αὐτοὶ | |
| κρατῶσιν μὴ διιέτωσαν δημοσίαι βουλῆι δόλωι πο- | |
| 25 | νηρῶι, ὥστε τῶι δήμωι τῶι Μαρωνιτῶν καὶ τοῖς ὑ̣- |
| π’ αὐτοὺς τασσομένοις πόλεμον ἐκφέρωσιν, μήτε̣ | |
| αὐτοὺς σίτωι μήτε ὅπλοις μήτε ναυσὶν μήτε χρήμα̣- | |
| σιν χορηγείτωσαν δημοσίαι βουλῆι δόλωι πονηρῶι | |
| τοῦ δήμου τοῦ Ῥωμαίων, ὥστε τῶι δήμωι τῶι Μαρωνι- | |
| 30 | τῶν πόλεμον ἐκφέρωσιν· ἐάν τις πρότερος ἐκφέρηι τῶι |
| δήμωι τῶν Ῥωμαίων ἢ τοῖς ὑπὸ Ῥωμαίους τασσομένοις̣, | |
| τότε ὁ δῆμος ὁ τῶν Μαρωνιτῶν τῶι δήμωι τῶν Ῥωμαί- | |
| ων κατὰ τὸ εὔκαιρον βοηθείτω· ἐάν τις πρότερος πόλε- | |
| μον ἐκφέρηι τῶι δήμωι τῶν Μαρωνιτῶν ἢ τοῖς ὑπὸ Μαρω- | |
| 35 | νίτας τασσομένοις, τότε ὁ δῆμος ὁ τῶν Ῥωμαίων τῶι δή- |
| μωι τῶι Μαρωνιτῶν κατὰ τὸ εὔκαιρον βοηθείτω· ἐάν τι | |
| πρὸς ταύτην τὴν συμμαχίαν προσθεῖναι ἢ ἐξελεῖν ὁ δῆ- | |
| μος ὁ τῶν Ῥωμαίων καὶ ὁ δῆμος ὁ τῶν Μαρωνιτῶν βούλων- | |
| ται, κοινῇ βουλῆι ἑκατέρων βουλομένων ἐξέστω καὶ ὃ ἂν προ- | |
| 40 | σθῶσιν τοῦτο ἐν τῆι συμ<μ>αχίαι ἐνέστω, ὃ δὲ ἐὰν ἐξέλωσιν, |
| τοῦτο ἐν τῆι συμμαχίαι μὴ ἐνέστω· ταύτην τὴν συμμαχίαν γραφῆ- | |
| ναι εἰς χάλκωμα καὶ ἀνατεθῆναι ἐ<ν> μὲν Ῥώμῃ ἐν τῷ Καπετωλίῳ, | |
| ἐν δὲ Μαρωνείαι ἐν τῶι Διονυσίωι. |