[ ] Thrace? — Byzantion (Istanbul)? — ca. 250-300 AD — Melchior Lorck, Drawings (1962) 91, 20 — SEG 26.788
1 Χρῆστος Σατριανὴν τὴν <σ>υνάορον πόσ(ις)· / πέτρῃ δὲ τοὐ-
μὸν τῇδε κηδεύσας δέμ<α>ς / χάρ<ιν> δεδόωκε τῶν π<ά>λ-
α<ι> νυμφευμάτων· / καὶ γὰρ κόρην ἐν<έ>φυσεν ἐγ μόχθων
ἐμῶν / εἰκόν’ ἀνέλενχον τῶν εἰς ἀλλήλους πό<θ>ω<ν>. /
5                      χαίρετε· /
λάρνακα λαϊνέην ἐ<θ>έμην αὑτῷ, <ξ>ένε, Χ<ρ>ῆστος /
θάψας <σ>ωφροσύνης παῖδα, φίλην ἄ{ο}λοχον {²⁶ἄλοχον}²⁶· / ἀλλ’ ἐ-
μὸν ἢν κρύψει δ<έ>μας ἡ πέτρο{ι}ς {²⁶πέτρος}²⁶ ἥδε, κελεύω / μούν-
ῃ Χριστείνῃ λοιπὸν ἔχειν εἴσοδον· / <ἄλ>λος δ’ ἰσβῆναι
10 τόνδ’ εἰς τάφον ἢν ἐ<θ>ελήσῃ / δώσει τῷ φίσκῳ δώ-
δεκα χειλι<ά>δας.
Search Help
Contact Us